previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΟΛΟΦΩΝΙΟΙ δ᾽, ὥς φησι Φύλαρχος FHG I 353',' τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ Ξενοφάνης φησίν fr. 3 B4':'
ἁβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν,
ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς,
ᾔεσαν εἰς ἀγορὴν παναλουργέα φάρε᾽ ἔχοντες,
οὐ μείους ὥσπερ χίλιοι, εἰς ἐπίπαν
αὐχαλέοι, χαίτῃσιν ἀγαλλομεν εὐπρεπέεσσιν
ἀσκητοῖς ὀδμὴν χρίμασι δευόμενοι.
οὕτω δ᾽ ἐξελύθησαν διὰ τὴν ἄκαιρον μέθην ὥστε τινὲς αὐτῶν οὔτε ἀνατέλλοντα τὸν ἥλιον οὔτε δυόμενον ἑωράκασιν. νόμον τε ἔθεντο, ὃς ἔτι καὶ ἐφ᾽ ἡμῶν ἦν, τὰς αὐλητρίδας καὶ τὰς ψαλτρίας καὶ πάντα τὰ τοιαῦτα τῶν ἀκροαμάτων τὰ μισθώματα λαμβάνειν ἀπὸ πρωὶ μέχρι μεσούσης ἡμέρας καὶ μέχρι λύχνων ἁφῶν: ἀπὸ δὲ τούτου τὴν λοιπὴν νύκτα ἦσαν πρὸς τῷ μεθύειν.' Θεόπομπος δ᾽ ἐν πεντεκαιδεκάτῃ Ἱστοριῶν FHG I 299' 'χιλίους φησὶν ἄνδρας αὐτῶν ἁλουργεῖς φοροῦντας στολὰς ἀστυπολεῖν: δὴ καὶ βασιλεῦσιν σπάνιον τότ᾽ ἦν καὶ περισπούδαστον. ἰσοστάσιος γὰρ ἦν πορφύρα πρὸς ἄργυρον ἐξεταζομένη. τοιγαροῦν διὰ τὴν τοιαύτην ἀγωγὴν ἐν τυραννίδι καὶ στάσεσι γενόμενοι αὐτῇ πατρίδι διεφθάρησαν. ταὐτὰ εἴρηκεν περὶ αὐτῶν καὶ Διογένης Βαβυλώνιος ἐν τῷ πρώτῳ τῶν Νόμων. κοινῶς δὲ περὶ πάντων τῶν Ἰώνων τρυφῆς Ἀντιφάνης ἐν Δωδώνῃ τάδε λέγει II 48 K':'
πόθεν οἰκήτωρ, τις Ἰώνων
τρυφεραμπεχόνων ἁβρὸς ἡδυπαθὴς
ὄχλος ὥρμηται;
Θεόφραστος δ᾽ ἐν τῷ περὶ Ἡδονῆς om. Wi' 'καὶ δὴ καὶ τοὺς Ἴωνάς φησι διὰ τὴν ὑπερβολὴν τῆς τρυφῆς ..... ἔτι καὶ νῦν χρυσῆ παροιμία διαμεμένηκε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: