previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοὺς δὲ σύμπαντας ΙΩΝΑΣ ἐπισκώπτων Καλίας Διοκλῆς ἐν Κύκλωψί φησιν I 695 K':'
τί γὰρ τρυφερὰ καὶ καλλιτράπεζος Ἰωνία εἴφ᾽ τι
πράσσει.
καὶ ΑΒΥΔΗΝΟΙΜιλησίων δ᾽ εἰσὶν ἄποικοιἀνειμένοι τὴν δίαιτάν εἰσιν καὶ κατεαγότες, ὡς παρίστησιν Ἕρμιππος ἐν Στρατιώταις ib. 241':'
χαῖρ᾽ διαπόντιον
στράτευμα, τί πράττομεν;
τὰ μὲν πρὸς ὄψιν μαλακῶς
ἔχειν ἀπὸ σώματος,
κόμῃ τε νεανικῇ
σφρίγει τε βραχιόνων.
Β. ᾔσθου τὸν Ἄβυδον ὡς
ἀνὴρ γεγένηται;
καὶ Ἀριστοφάνης Τριφάλητι παρακωμῳδῶν πολλοὺς τῶν Ἰώνων ib. 529':'
ἔπειθ᾽ ὅσοι παρῆσαν ἐπίδημοι ξένοι
ἐπηκολούθουν κἠντιβόλουν προσκείμενοι:
ὅκως ἔχων τὸν παῖδα πωλήσει 'ς Χίον,'
ἕτερος δ᾽ὅκως ἐς Κλαζομενάσ᾽, ἕτερος δ᾽ὅκως
ἐς Ἔφεσον,' δ᾽ἐς Ἄβυδον.' ἦν δ᾽ ἐκεῖνα πάνθ᾽ ὁδῷ.
περὶ δὲ τῶν Ἀβυδηνῶν Ἀντιφῶν ἐν τῷ κατὰ Ἀλκιβιάδου λοιδορίας γράφει οὕτως fr. 67 Bl':' ‘ἐπειδὴ ἐδοκιμάσθης ὑπὸ τῶν ἐπιτρόπων, παραλαβὼν παρ᾽ αὐτῶν τὰ σαυτοῦ χρήματα ᾤχου ἀποπλέων εἰς Ἄβυδον, οὔτε χρέος ἴδιον σαυτοῦ πραξόμενος οὐδὲν οὔτε προξενίας οὐδεμιᾶς ἕνεκεν, ἀλλὰ τῇ σαυτοῦ παρανομίᾳ καὶ ἀκολασίᾳ τῆς γνώμης ὁμοίους ἔργων τρόπους μαθησόμενος παρὰ τῶν ἐν Ἀβύδῳ γυναικῶν, ὅπως ἐν τῷ ἐπιλοίπῳ βίῳ [σαυτοῦ] ἔχοις χρῆσθαι αὐτοῖς.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: