previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΙΑΠΥΓΩΝ τε αὖ τὸ γένος ἐκ Κρήτης ὄντων κατὰ Γλαύκου ζήτησιν ἀφικομένων καὶ κατοικησάντων, οἱ μετὰ τούτους λήθην λαβόντες τῆς Κρητῶν περὶ τὸν βίον εὐκοσμίας εἰς τοῦτο τρυφῆς, εἶθ᾽ ὕστερον ὕβρεως ἦλθον ὥστε πρῶτοι τὸ πρόσωπον ἐντριψάμενοι καὶ προκόμια περιθετά [τε] λαβόντες στολὰς μὲν ἀνθινὰς φορῆσαι, τὸ δὲ ἐργάζεσθαι καὶ πονεῖν αἰσχρὸν νομίσαι. καὶ τοὺς μὲν πολλοὺς αὐτῶν καλλίονας τὰς οἰκίας ποιῆσαι τῶν ἱερῶν, τοὺς δ᾽ ἡγεμόνας τῶν Ἰαπύγων ἐφυβρίζοντας τὸ θεῖον πορθεῖν ἐκ τῶν ἱερῶν τὰ τῶν θεῶν ἀγάλματα, προειπόντας μεθίστασθαι τοῖς κρείττοσιν. διόπερ ἐξ οὐρανοῦ βαλλόμενοι πυρὶ καὶ χαλκῷ ταύτην διέδοσαν τὴν φήμην. ἐφάνη γὰρ ην μέχρι πόρρω κεχαλκευμένα τῶν ἐξ οὐρανοῦ βελῶν: καὶ πάντες οἱ ἀπ᾽ ἐκείνων μέχρι τήμερον ἐν χρῷ κεκαρμένοι καὶ πένθιμον στολὴν ἀμπεχόμενοι ζῶσιν, πάντων τῶν πρὶν ὑπαρξάντων ἀγαθῶν σπανίζοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: