previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φύλαρχος δ᾽ ἐν τῇ πέμπτῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν FHG I 347' 'εἰπὼν ὅτι παρὰ Συρακοσίοις νόμος ἦν τὰς γυναῖκας μὴ κοσμεῖσθαι χρυσῷ μηδ᾽ ἀνθινὰ φορεῖν μηδ᾽ ἐσθῆτας ἔχειν πορφυρᾶς ἐχούσας παρυφάς, ἐὰν μή τις αὐτῶν συγχωρῇ ἑταίρα εἶναι κοινή, καὶ ὅτι ἄλλος ἦν νόμος τὸν ἄνδρα μὴ καλλωπίζεσθαι μηδ᾽ ἐσθῆτι περιέργῳ χρῆσθαι καὶ διαλλαττούσῃ, ἐὰν μὴ ὁμολογῇ μοιχεύειν κίναιδος εἶναι, καὶ τὴν ἐλευθέραν μὴ ἐκπορεύεσθαι ἡλίου δεδυκότος, ἐὰν μὴ μοιχευθησομένην: ἐκωλύετο δὲ καὶ ἡμέρας ἐξιέναι ἄνευ τῶν γυναικονόμων ἀκολουθούσης αὐτῇ μιᾶς θεραπαινίδος—‘Συβαρῖται, φησίν, ἐξοκείλαντες εἰς τρυφὴν ἔγραψαν νόμον τὰς γυναῖκας εἰς τὰς ἑορτὰς καλεῖν καὶ τοὺς εἰς τὰς θυσίας καλοῦντας πρὸ ἐνιαυτοῦ τὴν παρασκευὴν ποιεῖσθαι, ἵνα ἀξίως ποιούμενοι τοῦ χρόνου τῶν τε ἱματίων καὶ τοῦ λοιποῦ κόσμου προάγωσιν οὕτως εἰς τὰς κλήσεις. εἰ δέ τις τῶν ὀψοποιῶν μαγείρων ἴδιον εὕροι βρῶμα καὶ περιττόν, [τὴν] ἐξουσίαν μὴ εἶναι χρήσασθαι τούτῳ [ἕτερον] πρὸ ἐνιαυτοῦ ἀλλ᾽ <> αὐτῷ τῷ εὑρόντι, τὸν χρόνον τοῦτον ὅπως πρῶτος εὑρὼν καὶ τὴν ἐργασίαν ἔχῃ, πρὸς τὸ τοὺς ἄλλους φιλοπονοῦντας αὑτοὺς ὑπερβάλλεσθαι τοῖς τοιούτοις. ὡσαύτως δὲ μηδὲ τοὺς τὰς ἐγχέλεις πωλοῦντας τέλος ἀποτίνειν μηδὲ τοὺς θηρεύοντας. τὸν αὐτὸν τρόπον καὶ τοὺς τὴν πορφύραν τὴν θαλαττίαν βάπτοντας καὶ τοὺς εἰσάγοντας ἀτελεῖς ἐποίησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: