πῶς τις αὐτόν, πῶς τις ἂνὅτι δέ ἐστι τὸ ὀξύβαφον εἶδος κύλικος μικρᾶς κεραμέας σαφῶς παρίστησιν Ἀντιφάνης ἐν Μύστιδι διὰ τούτων ῾II 77 K':' γραῦς ἐστι φίλοινος ἐπαινοῦσα κύλικα μεγάλην καὶ ἐξευτελίζουσα τὸ ὀξύβαφον ὡς βραχύ. εἰπόντος οὖν τινος πρὸς αὐτήν <‘σὺ δ᾽ ἀλλὰ πῖθι᾽, λέγει>:
ἀπὸ τοῦ πότου παύσειε, τοῦ λίαν πότου;
ἐγᾦδα. συντρίψω γὰρ αὐτοῦ τοὺς χόας
καὶ τοὺς καδίσκους συγκεραυνώσω σποδῶν
καὶ τἄλλα πάντ᾽ ἀγγεῖα τὰ περὶ τὸν πότον,
κοὐδ᾽ ὀξύβαφον οἰνηρὸν ἔτι κεκτήσεται.
τοῦτο μέν σοι πείσομαι.κἀν τοῖς Βαβυλωνίοις οὖν τοῖς Ἀριστοφάνους ῾I 410 K' 'ἀκουσόμεθα ποτήριον τὸ ὀξύβαφον, ὅταν ὁ Διόνυσος λέγῃ περὶ τῶν Ἀθήνησι δημαγωγῶν ὡς αὐτὸν ᾔτουν ἐπὶ τὴν δίκην ἀπελθόντα ὀξυβάφω δύο. οὐ γὰρ ἄλλο τι ἡγητέον εἶναι ἢ ὅτι ἐκπώματα ᾔτουν. καὶ τὸ τοῖς ἀποκοτταβίζουσι δὲ ὀξύβαφον τιθέμενον εἰς ὃ τὰς λάταγας ἐγχέουσιν οὐκ ἄλλο τι ἂν εἴη ἢ ἐκπέταλον ποτήριον. μνημονεύει δὲ τοῦ ὀξυβάφου ὡς ποτηρίου καὶ Εὔβουλος ἐν Μυλωθρίδι ῾II 186 K':'
καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως
τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους
τοῦ τῆς ἑορτῆς. οὗ μὲν ἦμεν ἄρτι γὰρ
ἐξ ὀξυβαφίων κεραμέων ἐπίνομεν:
τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ᾽ οἱ θεοὶ
τῷ δημιουργῷ δοῖεν, ὃς ἐποίησέ <σε>,
τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα.
καὶ πιεῖν χωρὶς μέτρω
ὀξύβαφον εἰς τὸ κοινόν: εἶθ᾽ ὑπώμνυτο
ὁ μὲν οἶνος ὄξος αὑτὸν εἶναι γνήσιον,
τὸ δ᾽ ὄξος οἶνον αὑτὸ μᾶλλον θατέρου.