ἐν τούτοις ζητεῖται πρῶτον μὲν τί ποτ᾽ ἐστὶ τὸ χρυσείοις ἥλοισι πεπαρμένον, ἔπειτα τί τὸ οὔατα δ᾽ αὐτοῦ τέσσαρ᾽ ἔσαν. τὰ γὰρ ἄλλα ποτήριά φησιν ὁ Μυρλεανὸς Ἀσκληπιάδης ἐν τῷ περὶ τῆς Νεστορίδος δύο ὦτα ἔχειν. πελειάδας δὲ πῶς ἄν τις ὑπόθοιτο νεμομένας περὶ ἕκαστον τῶν ὤτων; πῶς δὲ καὶ λέγει δύο πυθμένας εἶναι τοῦ ποτηρίου; ἰδίως δὲ καὶ τοῦτο λέγεται ὅτι οἱ μὲν ἄλλοι μογοῦντες ἐβάσταζον τὸ ποτήριον, Νέστωρ δ᾽ ὁ γέρων ἀμογητὶ ἄειρεν. ταῦτα προθέμενος ὁ Ἀσκληπιάδης ζητεῖ περὶ τῶν ἥλων, πῶς πεπαρμένους αὐτοὺς δεῖ δέχεσθαι. οἳ μὲν οὖν λέγουσιν ἔξωθεν δεῖν ἐμπείρεσθαι τοὺς χρυσοῦς ἥλους τῷ ἀργυρῷ ἐκπώματι κατὰ τὸν τῆς ἐμπαιστικῆς τέχνης λόγον, ὡς καὶ ἐπὶ τοῦ Ἀχιλλέως σκήπτρου:πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ᾽ ὁ γεραιός,
χρυσείοις ἥλοισι πεπαρμένον: οὔατα δ᾽ αὐτοῦ
τέσσαρ᾽ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
χρύσειαι νεμέθοντο δύο δ᾽ ὑπὸ πυθμένες ἦσαν.
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
πλεῖον ἐόν: Νέστωρ δ᾽ ὁ γέρων ἀμογητὶ ἄειρεν.
ἐμφαίνεται γὰρ ὡς τῶν ἥλων ἐμπεπερονημένων καθάπερ ἐπὶ τῶν ῥοπάλων. καὶ ἐπὶ τοῦ ξίφους τοῦ Ἀγαμέμνονος:ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
χρυσείοις ἥλοισι πεπαρμένον.
Ἀπελλῆς μὲν οὖν ὁ τορευτὴς ἐπεδείκνυεν, φησίν, ἡμῖν ἔν τισι Κορινθιακοῖς ἔργοις τὴν τῶν ἥλων θέσιν. ἐξοχὴ δ᾽ ἦν ὀλίγη τοῖς κολαπτῆρσιν ἐπηρμένη καὶ οἱονεὶ κεφαλίδας ἥλων ἀποτελοῦσα. πεπάρθαι δὲ λέγεται τοὺς ἥλους ὑπὸ τοῦ ποιητοῦ οὐχ ὅτι ἔξωθεν πρόσκεινται καὶ πεπαρμένοι εἰσίν, ἀλλ᾽ ὅτι ἐμπεπαρμένοις ἐοίκασιν ἔξω τε ὀλίγῳ προὔχουσι, μετέωροι τῆς ἄλλης ἐπιφανείας ὄντες.ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος: ἐν δέ οἱ ἧλοι
χρύσειοι πάμφαινον: ἀτὰρ περὶ κουλεὸν ἦεν
ἀργύρεον.