previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΩΘΩΝ Λακωνικὸν ποτήριον, οὗ μνημονεύει Ξενοφῶν ἐν α# Κύρου Παιδείας c. 2, 8'.' Κριτίας δ᾽ ἐν Λακεδαιμονίων Πολιτείᾳ γράφει οὕτως FHG II 68':' ‘χωρὶς δὲ τούτων τὰ σμικρότατα ἐς τὴν δίαιταν, ὑποδήματα ἄριστα Λακωνικὰ <καὶ> ἱμάτια φορεῖν ἥδιστα καὶ χρησιμώτατα: κώθων Λακωνικός, ἔκπωμα ἐπιτηδειότατον εἰς στρατείαν καὶ εὐφορώτατον ἐν γυλιῷ. οὗ δὲ ἕνεκα στρατιωτικόν, πολλάκις ἀνάγκη ὕδωρ πίνειν οὐ καθαρόν. πρῶτον μὲν οὖν τὸ μὴ λίαν κατάδηλον εἶναι τὸ πόμα: εἶτα ἄμβωνας κώθων ἔχων ὑπολείπει τὸ οὐ καθαρὸν ἐν αὑτῷ.' καὶ Πολέμων δ᾽ ἐν τῇ .. τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονον, ὅτι κεραμέοις ἀγγείοις ἐχρῶντο οἱ Λακεδαιμόνιοι γράφει οὕτως fr. 61 Pr':' ‘ἀλλὰ μὴν ὅτι ἀρχαικὸν ἦν τὸ τοιοῦτον [δὲ] τῆς ἀγωγῆς γένος .... καὶ νῦν δρᾶται παρά τισι τῶν Ἑλλήνων: ἐν Ἄργει μὲν ἐν ταῖς δημοσίαις θοίναις, ἐν Λακεδαίμονι δὲ κατὰ τὰς ἑορτάς, ἔν τε τοῖς ἐπινικίοις καὶ τοῖς γάμοις τῶν παρθένων, πίνουσιν ἐκ κεραμέων ποτηρίων: ἐν δὲ τοῖς ἄλλοις συμποσίοις καὶ φιδιτίοις ἐν πιθάκναις ...' μνημονεύει αὐτοῦ καὶ Ἀρχίλοχος ἐν Ἐλεγείοις ὡς ποτηρίου οὕτως fr. 4 B4':'
ἀλλ᾽ ἄγε σὺν κώθωνι θοῆς διὰ σέλματα νηὸς
φοίτα καὶ κοίλων πώματ᾽ ἄφελκε κάδων,
ἄγρει δ᾽ οἶνον ἐρυθρὸν ἀπὸ τρυγός: οὐδὲ γὰρ ἡμεῖς
νήφειν ἐν φυλακῇ τῇδε δυνησόμεθα,
ὡς τῆς κύλικος λεγομένης κώθωνος. Ἀριστοφάνης Ἱππεῦσιν 599':'
εἰς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς
πριάμενοι κώθωνας, οἳ δὲ σκόροδα καὶ κρόμμυα.
Ἡνίοχος Γοργόσι II 431 K':'
πιεῖν πιεῖν τις ἐγχείτω λαβὼν
πυριγενῆ κυκλοτερῆ βραχύωτον παχύστομον
κώθωνα παῖδα φάρυγος.
Θεόπομπος Στρατιώτισιν I 747 K':'
ἐγὼ γὰρ <ἂν> κώθωνος ἐκ στρεψαύχενος
πίοιμι τὸν τράχηλον ἀνακεκλασμένη;
Ἄλεξις Ἐρίθοις II 363 K':'
εἶτα τετρακότυλον ἐπεσόβει κώθωνά μοι,
παλαιὸν οἴκων κτῆμα Eur. Med. 48'.'
ἀπὸ δὲ τοῦ ποτηρίου τούτου καὶ ἀκρατοκώθωνας καλοῦσι τοὺς πλέονα ἄκρατον σπῶντας, ὡς Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους p. 23 ed. Bl'.' Καλλίξεινος δ᾽ ἐν τετάρτῳ περὶ Ἀλεξανδρείας ἀναγράφων τὴν τοῦ Φιλαδέλφου πομπὴν καὶ καταλέγων πολλὰ ἐκπώματα γράφει καὶ τάδε cf. V p. 199 f':' ‘κώθωνες διμέτρητοι β#.' —

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: