οὐ κύλικας ἐπὶ τὰ δεῖπνα Χαιρήμων φέρει,οὐ τὸν τραγικὸν λέγει ποιητήν, ἀλλά τινα ὁμώνυμον αὐτῷ, ἤτοι φίλοινόν τινα ἢ αἰτίαν ἔχοντα οὐ χρηστήν, ὥς φησιν Ἀντίοχος ὁ Ἀλεξανδρεὺς ἐν τῷ περὶ τῶν ἐν τῇ μέσῃ κωμῳδίᾳ κωμῳδουμένων Ποιητῶν. τὸ γὰρ ἐπάγεσθαι κατὰ τὰς ἑστιάσεις κυμβία καὶ δοκεῖν τούτοις διαμάχεσθαι εἰς ἑκάτερα τείνει. μνημονεύει δ᾽ αὐτοῦ καὶ Ἀναξανδρίδης ἐν Νηρηίσιν ῾ib. 146':'
οὐ κυμβίοισι πεπολέμηκ᾽ Εὐριπίδης,
δὸς δὴ τὸν χόακαὶ Ἔφιππος ἐν Ὁμοίοις ἢ Ὀβελιαφόροις ῾ib. 259' '
αὐτῷ σύ, Κῶμε, καὶ τὸ κυμβίον φέρων:
Εὐριπίδης τις σήμερον γενήσεται.
Διονυσίου δὲ δράματ᾽ ἐκμαθεῖν δέοιὅτι δὲ καὶ πλοῖον ἡ κύμβη Σοφοκλῆς ἐν Ἀνδρομέδᾳ φησίν ῾fr. 123 N':'
καὶ Δημοφῶντος, ἅττ᾽ ἐποίησεν εἰς Κότυν,
ῥήσεις τε κατὰ δεῖπνον Θεόδωρός μοι λέγοι,
Λάχητί τ᾽ οἰκήσαιμι τὴν ἑξῆς θύραν,
κυμβία τε παρέχοιμ᾽ ἑστιῶν Εὐριπίδῃ.
ἵπποισιν ἢ κύμβαισι ναυστολεῖς χθόνα;κύββα ποτήριον Ἀπολλόδωρος Παφίους.