ΚΥΛΙΞ. Φερεκράτης Δουλοδιδασκάλῳ ῾I 156 K':'ταῦτα δ᾽ ἐστὶ κεράμεα ποτήρια καὶ λέγεται ἀπὸ τοῦ κυλίεσθαι τῷ τροχῷ: ἀφ᾽ ὧν καλεῖται τό τε κυλικεῖον, ἐν ᾧ τίθεται τόπῳ τὰ ποτήρια, κἂν ἀργυρᾶ τυγχάνῃ ὄντα, καὶ τὸ κυλικηγορεῖν, ὅταν ἐπὶ τῇ κύλικί τις ἀγορεύῃ. Ἀθηναῖοι δὲ καὶ τὴν ἰατρικὴν πυξίδα καλοῦσι κυλιχνίδα διὰ τὸ τῷ τόρνῳ κεκυλίσθαι. ἐγένοντο δ᾽ ἐπίσημοι κύλικες αἵ τε Ἀργεῖαι καὶ αἱ Ἀττικαί. καὶ τῶν μὲν Ἀττικῶν μνημονεύει Πίνδαρος ἐν τοῖσδε ῾fr. 124 B':'
νυνὶ δ᾽ ἀπόνιζε τὴν κύλικα δώσων πιεῖν,
ἔγχει τ᾽ ἐπιθεὶς τὸν ἡθμόν.
ὦ Θρασύβουλ᾽, ἐρατᾶν ὄχημ᾽ ἀοιδᾶναἱ δ᾽ Ἀργεῖαι δοκοῦσι καὶ τὸν τύπον ἔχειν διάφορον πρὸς τὰς Ἀττικάς. φοξαὶ γοῦν ἦσαν τὸ χεῖλος, ὡς Σιμωνίδης φησὶν ὁ Ἀμόργιος ῾fr. 27 B4':'
τοῦτό <τοι> πέμπω μεταδόρπιον. ἐν ξυνῷ κεν εἴη
συμπόταισίν τε γλυκερὸν
καὶ Διωνύσοιο καρπῷ καὶ κυλίκεσσιν Ἀθηναίαισι
κέντρον ...
αὐτὴ δὲ φοξίχειλος <Ἀργείη κύλιξ>,ἡ εἰς ὀξὺ ἀνηγμένη, οἷοί εἰσιν οἱ ἄμβικες καλούμενοι. τὸ γὰρ φοξὸν ἐπὶ τούτου τάττουσι, καθότι Ὅμηρος ἐπὶ τοῦ Θερσίτου ῾B 219':'
φοξὸς ἔην κεφαλήν.καὶ ἔστιν οἷον φαοξός, ὁ πρὸς τὰ φάη ὀξὺς ὁρώμενος.