previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΑΝΘΑΡΟΣ. ὅτι μὲν πλοίου ὄνομα κοινόν, ὅτι δὲ καὶ ποτήριόν τι οὕτω καλεῖται Ἀμειψίας ἐν Ἀποκοτταβίζουσί φησι I 670 K':'
Μανία, φέρ᾽ ὀξύβαφα καὶ κανθάρους.
Ἄλεξις δ᾽ ἐν Κρατείᾳ II 338 K'—᾽ὁ δὲ λόγος περί τινος ἐν καπηλείῳ πίνοντος
εἶθ᾽ ὁρῶ τὸν Ἑρμαίσκον τῶν ἁδρῶν τούτων τινὰ
κάνθαρον καταστρέφοντα, πλησίον δὲ κείμενον
στρωματέα τε καὶ γύλιον αὐτοῦ.
Εὔβουλος δ᾽ ἐν Παμφίλῳ πολλάκις μεμνημένος τοῦ ὀνόματός φησιν II 192 K':'
ἐγὼ δὲ ῾καὶ γὰρ ἔτυχεν ὂν καταντικρὺ
τῆς οἰκίας καινὸν καπηλεῖον μέγἀ
ἐνταῦθ᾽ ἐπετήρουν τὴν τροφὸν τῆς παρθένου,
κεράσαι κελεύσας τὸν κάπηλόν μοι χόα
ὀβολοῦ παραθεῖναί θ᾽ ὡς μέγιστον κάνθαρον.
καὶ πάλιν:
δὲ κάνθαρος πάλαι δὴ καινὸς ὡς ξηραίνεται.
καὶ ἔτι:
ἅμα δὲ λαβοῦσ᾽ ἠφάνικε πηλίκον τινὰ
οἴεσθε μέγεθος ἀρεσιαν μέγαν πάνυ,
καὶ ξηρὸν ἐπόησ᾽ εὐθέως τὸν κάνθαρον.
Ξέναρχος δ᾽ ἐν Πριάπῳ φησὶ τάδε II 472 K':'
σὺ δὲ μηκέτ᾽ ἔγχει, παιδάριον, εἰς ἀργυροῦν,
εἰς τὸ βαθὺ δ᾽ ἐπανάγωμεν: εἰς τὸν κάνθαρον,
παιδάριον, ἔγχει, νὴ Δί᾽ εἰς τὸν κάνθαρον.
Ἐπιγένης Ἡρωίνῃ II 417 K':'
ἀλλ᾽ οὐδὲ κεραμεύουσι νῦν τοὺς κανθάρους,
τάλαν, ἐκείνους τοὺς ἁδρούς, ταπεινὰ δὲ
καὶ γλαφυρὰ πάντες .... ὡσπερεὶ
αὐτὰ τὰ ποτήρι᾽, οὐ τὸν οἶνον πιόμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: