previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τίμαιος δ᾽ ἐν τῇ ὀγδόῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν FHG I 226' 'θηρικλείαν καλεῖ τὴν κύλικα γράφων οὕτως: ‘Πολύξενός τις τῶν ἐκ Ταυρομενίου μεθεστηκότων ταχθεὶς ἐπὶ τὴν πρεσβείαν ἕτερά τε δῶρα παρὰ τοῦ Νικοδήμου καὶ κύλικα θηρικλείαν λαβὼν ἐπανῆκεν.' Ἀδαῖος δ᾽ ἐν τοῖς περὶ Διαθέσεως τὸ αὐτὸ ὑπολαμβάνει θηρίκλειον εἶναι καὶ καρχήσιον. ὅτι δὲ διαφέρει σαφῶς παρίστησι Καλλίξεινος ἐν τοῖς περὶ Ἀλεξανδρείας φάσκων cf. V p. 199 b' 'τινὰς ἔχοντας θηρικλείους πομπεύειν, τοὺς δὲ καρχήσια. ὁποῖον δ᾽ ἐστὶ τὸ καρχήσιον ἐν τοῖς ἑξῆς λεχθήσεται. καλεῖται δέ τις καὶ θηρίκλειος κρατήρ, οὗ μνημονεύει Ἄλεξις ἐν Κύκνῳ II 339 K':'
φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ
ἕστηκε λευκοῦ νέκταρος παλαιγενοῦς
πλήρης, ἀφρίζων: ὃν λαβὼν ἐγὼ κενὸν
τρίψας, ποήσας λαμπρόν, ἀσφαλῆ βάσιν
στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις
ἔστεψα.
θηλυκῶς δὲ τὴν θηρίκλειον εἶπε Μένανδρος ἐν Θεοφορουμένῃ III 65 K':'
μέσως μεθύων <τὴν> θηρίκλειον ἔσπασε.
καὶ ἐν Μηναγύρτῃ ib. 93':'
προπίνων θηρίκλειον τρικότυλον.
καὶ Διώξιππος ἐν Φιλαργύρῳ ib. 359':'
τῆς θηρικλείου τῆς μεγάλης χρεία ἐστί μοι.
ΑΙΣΧ. εὖ οἶδα. Α. καὶ τῶν Ῥοδιακῶν. ἥδιστα γὰρ
ἐκ τῶν τοιούτων, Αἰσχρέα, ποτηρίων
εἴωθα πίνειν.
Πολέμων δ᾽ ἐν πρώτῳ περὶ τῆς Ἀθήνησιν Ἀκροπόλεως οὐδετέρως ὠνόμασεν εἰπών fr. 1 Pr':' ‘τὰ χρυσᾶ θηρίκλεια ὑπόξυλα Νεοπτόλεμος ἀνέθηκεν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: