πάντα μάλ᾽ ὅσσ᾽ Ἄδρηστος ἐποιχομένους ἐκέλευσεκαὶ πάλιν ῾fr. 15':'
ῥεξέμεν: ἐν μὲν ὕδωρ, ἐν δ᾽ ἀσκηθὲς μέλι χεῦαν
ἀργυρέῳ κρητῆρι, περιφραδέως κερόωντες:
νώμησαν δὲ δέπαστρα θοῶς βασιλεῦσιν Ἀχαιῶν
ἐνσχερὼ ἑστηῶσι, καὶ ἐς λοιβὴν χέον εἶθαρ
χρυσείῃ προχόῳ.
ἄλλοι δὲ κρητῆρα πανάργυρον ἠδὲ δέπαστρακἀν τοῖς ἑξῆς δέ φησι ῾fr. 17':'
οἰσόντων χρύσεια, τά τ᾽ ἐν μεγάροισιν ἐμοῖσι
κείαται.
καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον
ἔμπλειον μέλιτος, τό ῥά οἱ προφερέστερον εἴη.