Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΒΑΤΙΑΚΙΟΝ, λαβρώνιος, τραγέλαφος, πρίστις,
ποτηρίων ὀνόματα. Περσικὴ δὲ φιάλη ἡ βατιάκη.
Ἀλεξάνδρου δὲ τοῦ βασιλέως ἐν ταῖς Ἐπιστολαῖς ταῖς
πρὸς τοὺς ἐν τῇ Ἀσίᾳ σατράπας φέρεταί τις ἐπιστολὴ
ἐν ᾗ ταῦτα γέγραπται: ‘βατιάκαι ἀργυραῖ κατάχρυσοι
τρεῖς. κόνδυα ἀργυρᾶ ρο#2#: τούτων ἐπίχρυσα λγ#. τισιγίτης ἀργυροῦς εἷς. μύστροι ἀργυροῖ κατάχρυσοι λβ#.
λαγυνοθήκη ἀργυρᾶ μία. οἰνοφόρον βαρβαρικὸν ἀργυροῦν ποικίλον ἕν. ἄλλα ποτήρια παντοδαπὰ μικρὰ κθ#,
[ἄλλα ποτήρια μικρά] ῥυτὰ καὶ βατιάκαι Λυκιουργεῖς
ἐπίχρυσοι καὶ θυμιατήρια καὶ τρυβλία.'
ΒΗΣΣΑ ποτήριον παρ᾽ Ἀλεξανδρεῦσι πλατύτερον ἐκ
τῶν κάτω μερῶν, ἐστενωμένον ἄνωθεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.