Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁρᾷς δ᾽, ὅταν πίνωσιν ἄνθρωποι, τότε
πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας,
εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους ῾Arist. Eq. 92'.'
αὔξει γὰρ καὶ τρέφει μεγαλύνει τε τὴν ψυχὴν ἡ ἐν
τοῖς πότοις διατριβή,
ἀναζωπυροῦσα καὶ ἀνεγείρουσα
μετὰ φρονήσεως τὸν ἑκάστου νοῦν,
ὥς φησιν ὁ Πίνδαρος ῾fr. 218':'
ἁνίκ᾽ ἀνθρώπων καματώδεες οἴχονται μέριμναι
στηθέων ἔξω, πελάγει δ᾽ ἐν πολυχρύσοιο πλούτου
πάντες ἴσᾳ νέομεν ψευδῆ πρὸς ἀκτάν:
ὃς μὲν ἀχρήμων, ἀφνεὸς τότε, τοὶ δ᾽ αὖ πλουτέοντες ...
εἶτ᾽ ἐπάγει:
ἀέξονται φρένας ἀμπελίνοις τόξοις δαμέντες.