previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περὶ δὲ τῶν ἐν τοῖς διαλόγοις αὐτοῦ κεκλεμμένων τί ἂν καὶ λέγοι τις; μὲν γὰρ ψυχὴ διαπλαττομένη ἀθάνατος ὑπ᾽ αὐτοῦ καὶ κατὰ τὴν ἀπόλυσιν χωριζομένη τοῦ σώματος παρὰ προτέρῳ εἴρηται Ὁμήρῳ. οὗτος γὰρ εἶπεν ὡς τοῦ Πατρόκλου ψυχὴ

Ἄιδόσδε κατῆλθεν
ὃν πότμον γοόωσα, λιποῦσ᾽ ἀνδροτῆτα καὶ ἥβην.

εἰ δ᾽ οὖν καὶ Πλάτωνος φήσειέν τις εἶναι τὸν λόγον, οὐχ ὁρῶ τίν᾽ ἐσχήκαμεν ἀπ᾽ αὐτοῦ ὠφέλειαν. ἐὰν γὰρ καὶ συγχωρήσῃ τις μεθίστασθαι τὰς τῶν τετελευτηκότων ψυχὰς εἰς ἄλλας φύσεις πρὸς τὸν μετεωρότερον καὶ καθαρώτερον ἀνέρχεσθαι τόπον, ἅτε κουφότητος μετεχούσας, τί πλέον ἡμῖν; ὧν γὰρ μήτ᾽ ἀνάμνησίς ἐστιν οὗ ποτε ἦμεν μήτ᾽ αἴσθησις, εἰ καὶ τὸ σύνολον ἦμεν, τίς χάρις ταύτης τῆς ἀθανασίας; οἱ δὲ συντεθέντες ὑπ᾽ αὐτοῦ Νόμοι καὶ τούτων ἔτι πρότερον Πολιτεία τί πεποιήκασιν; καίτοι γε ἔδει καθάπερ τὸν Λυκοῦργον τοὺς Λακεδαιμονίους καὶ τὸν Σόλωνα τοὺς Ἀθηναίους καὶ τὸν Ζάλευκον τοὺς Θουρίους, καὶ αὐτόν, εἴπερ ἦσαν χρήσιμοι, πεῖσαί τινας τῶν Ἑλλήνων αὐτοῖς χρήσασθαι. ‘νόμος γάρ ἐστιν,' ὥς φησιν Ἀριστοτέλης rhet. ad Alex. p. 1420a 25',' ‘λόγος ὡρισμένος καθ᾽ ὁμολογίαν κοινὴν πόλεως, μηνύων πῶς δεῖ πράττειν ἕκαστα.' δὲ Πλάτων πῶς; οὐκ ἄτοπον τριῶν Ἀθηναίων γενομένων νομοθετῶν τῶν γε δὴ γνωριζομένων, Δράκοντος καὶ αὐτοῦ τοῦ Πλάτωνος καὶ Σόλωνος, τῶν μὲν τοῖς νόμοις ἐμμένειν τοὺς πολίτας, τῶν δὲ τοῦ Πλάτωνος καὶ προσκαταγελᾶν; δ᾽ αὐτὸς λόγος καὶ περὶ τῆς Πολιτείας: εἰ καὶ πασῶν εἴη αὕτη βελτίων, μὴ πείθοι δ᾽ ἡμᾶς, τί πλέον; ἔοικεν οὖν Πλάτων οὐ τοῖς οὖσιν ἀνθρώποις γράψαι τοὺς νόμους, ἀλλὰ τοῖς ὑπ᾽ αὐτοῦ διαπλαττομένοις, ὥστε καὶ ζητεῖσθαι τοὺς χρησομένους. ἐχρῆν οὖν πείσει λέγων ταῦτα καὶ γράφειν καὶ μὴ ταὐτὰ ποιεῖν τοῖς εὐχομένοις, ἀλλὰ τοῖς τῶν ἐνδεχομένων ἀντεχομένοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: