previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡγήσανδρος δὲ Δελφὸς ἐν τοῖς Ὑπομνήμασι περὶ τῆς πρὸς πάντας τοῦ Πλάτωνος κακοηθείας λέγων γράφει καὶ ταῦτα FHG IV 412':' ‘μετὰ τὴν Σωκράτους τελευτὴν ἐπὶ πλεῖον τῶν συνήθων ἀθυμούντων ἔν τινι συνουσίᾳ Πλάτων συμπαρὼν λαβὼν τὸ ποτήριον παρεκάλει μὴ ἀθυμεῖν αὐτούς, ὡς ἱκανὸς αὐτὸς εἴη ἡγεῖσθαι τῆς σχολῆς, καὶ προέπιεν Ἀπολλοδώρῳ. καὶ ὃς εἶπενἥδιον ἂν παρὰ Σωκράτους τὴν τοῦ φαρμάκου κύλικα εἰλήφειν παρὰ σοῦ τὴν τοῦ οἴνου πρόποσιν.' ἐδόκει γὰρ Πλάτων φθονερὸς εἶναι καὶ κατὰ τὸ ἦθος οὐδαμῶς εὐδοκιμεῖν. καὶ γὰρ Ἀρίστιππον πρὸς Διονύσιον ἀποδημήσαντα ἔσκωπτεν, αὐτὸς τρὶς εἰς Σικελίαν ἐκπλεύσας: ἅπαξ μὲν τῶν ῥυάκων χάριν, ὅτε καὶ τῷ πρεσβυτέρῳ Διονυσίῳ συγγενόμενος ἐκινδύνευσεν, δὶς δὲ πρὸς τὸν νεώτερον Διονύσιον. Αἰσχίνου τε πένητος ὄντος καὶ μαθητὴν ἕνα ἔχοντος Ξενοκράτην, τοῦτον περιέσπασεν. καὶ Φαίδωνι δὲ τὴν τῆς δουλείας ἐφιστὰς δίκην ἐφωράθη: καὶ τὸ καθόλου πᾶσι τοῖς Σωκράτους μαθηταῖς ἐπεφύκει μητρυιᾶς ἔχων διάθεσιν. διόπερ Σωκράτης οὐκ ἀηδῶς περὶ αὐτοῦ στοχαζόμενος ἐνύπνιον ἔφησεν ἑωρακέναι πλειόνων παρόντων. δοκεῖν γὰρ ἔφη τὸν Πλάτωνα κορώνην γενόμενον ἐπὶ τὴν κεφαλὴν [μου] ἀναπηδήσαντα τὸ φαλακρὸν [μου] κατασκαριφᾶν καὶ κρώζειν περιβλέπουσαν. ‘δοκῶ οὖν σε, Πλάτων, πολλὰ κατὰ τῆς ἐμῆς ψεύσεσθαι κεφαλῆς.' ἦν δὲ Πλάτων πρὸς τῇ κακοηθείᾳ καὶ φιλόδοξος, ὅστις ἔφησεν: ‘ἔσχατον τὸν τῆς φιλοδοξίας χιτῶνα ἐν τῷ θανάτῳ αὐτῷ ἀποδυόμεθα, ἐν διαθήκαις, ἐν ἐκκομιδαῖς, ἐν τάφοισ᾽, ὥς φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν FHG II 196'.' καὶ τὸ πόλιν δὲ θελῆσαι κτίσαι καὶ τὸ νομοθετῆσαι τίς οὐ φήσει πάθος εἶναι φιλοδοξίας; δῆλον δ᾽ ἐστὶ τοῦτο ἐξ ὧν ἐν τῷ Τιμαίῳ λέγει p. 19b':' ‘πέπονθά τι πάθος πρὸς τὴν πολιτείαν, ὥσπερ ἂν εἰ ζωγράφος ἐβούλετο τὰ ἑαυτοῦ ἔργα κινούμενα καὶ ἐνεργὰ ἰδεῖν, οὕτω κἀγὼ τοὺς πολίτας οὓς διαγράφω.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: