ΦΙΑΛΗ. Ὅμηρος μὲν ὅταν λέγῃ ῾Il. 21.270':'καὶ ‘χρυσῆν φιάλην καὶ δίπλακα δημόν ῾Il. 21.243', οὐ τὸ ποτήριον λέγει, ἀλλὰ χαλκίον τι [καὶ] ἐκπέταλον λεβητῶδες, ἴσως δύο ὦτα ἔχον ἐξ ἀμφοτέρων τῶν μερῶν. Παρθένιος δ᾽ ὁ τοῦ Διονυσίου ἀμφίθετον ἀκούει τὴν ἀπύθμενον φιάλην. Ἀπολλόδωρος δ᾽ ὁ Ἀθηναῖος ἐν τῷ περὶ τοῦ Κρατῆρος ῥησειδίῳ τὴν κατὰ τὸν πυθμένα μὴ δυναμένην τίθεσθαι καὶ ἐρείδεσθαι, ἀλλὰ κατὰ τὸ στόμα. τινὲς δέ φασιν, ὃν τρόπον ἀμφιφορεὺς λέγεται ὁ ἀμφοτέρωθεν κατὰ τὰ ὦτα δυνάμενος φέρεσθαι, οὕτως καὶ τὴν ἀμφίθετον φιάλην. Ἀρίσταρχος δὲ τὴν δυναμένην ἐξ ἀμφοτέρων τῶν μερῶν τίθεσθαι, κατὰ τὸν πυθμένα καὶ κατὰ τὸ στόμα. Διονύσιος δ᾽ ὁ Θρᾲξ τὴν στρογγύλην, τὴν ἀμφιθέουσαν κυκλοτερεῖ τῷ σχήματι. Ἀσκληπιάδης δ᾽ ὁ Μυρλεανὸς ‘ἡ μὲν φιάλη, φησί, κατ᾽ ἀντιστοιχίαν ἐστὶ πιάλη, ἡ τὸ πιεῖν ἅλις παρέχουσα: μείζων γὰρ τοῦ ποτηρίου. ἡ δὲ [ἀμφίθετος καὶ] ἀπύρωτος ἢ ψυχρήλατος ἢ ἐπὶ πῦρ οὐκ ἐπιτιθεμένη, καθότι καὶ λέβητα καλεῖ ὁ ποιητὴς τὸν μὲν ἐμπυριβήτην, τὸν δὲ ἄπυρον:
ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε
τὸν δεχόμενον ἴσως ὕδωρ ψυχρόν, ὥστε καὶ τὴν φιάλην εἶναι χαλκίῳ προσεοικυῖαν ἐκπετάλῳ, δεχομένην ψυχρὸν ὕδωρ. τὴν δ᾽ ἀμφίθετον πότερα δύο βάσεις ἔχειν δεῖ νομίζειν ἐξ ἑκατέρου μέρους, ἢ τὸ μὲν ἀμφὶ σημαίνει τὸ περί, τοῦτο δ᾽ αὖ τὸ περιττόν; ὥστε λέγεσθαι τὴν περιττῶς πεποιημένην ἀμφίθετον, ἐπεὶ τὸ ποιῆσαι θεῖναι πρὸς τῶν ἀρχαίων ἐλέγετο. δύναται δὲ καὶ ἡ ἐπὶ τὸν πυθμένα καὶ τὸ στόμα τιθεμένη: ἡ δὲ τοιαύτη θέσις τῶν φιαλῶν Ἰωνική ἐστι καὶ ἀρχαία. ἔτι γοῦν καὶ νῦν οὕτως Μασσαλιῆται τιθέασι τὰς φιάλας ἐπὶ πρόσωπον.'κὰδ δὲ λέβητ᾽ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα,