τίνα δὴ παρεσκευασμένοι
πίνειν τρόπον ἐστὲ νυνί, λέγεθ᾽. Β. ὅντινα τρόπον
ἡμεῖς; τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ.
Α. βούλεσθε δήπου τὸν ἐπιδέξι᾽, ὦ πάτερ,
λέγειν ἐπὶ τῷ πίνοντι. Β. τὸν ἐπιδέξια
λέγειν; Ἄπολλον, ὡσπερεὶ τεθνηκότι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρὸς οὓς λεκτέον ὅτι τρόποι εἰσὶ πόσεων κατὰ
πόλεις ἴδιοι, ὡς Κριτίας παρίστησιν ἐν τῇ Λακεδαιμονίων Πολιτείᾳ ῾FHG II 68' 'διὰ τούτων: ‘ὁ μὲν Χῖος
καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπιδέξια, ὁ δ᾽ Ἀττικὸς ἐκ μικρῶν ἐπιδέξια, ὁ δὲ Θετταλικὸς ἐκπώματα
προπίνει ὅτῳ ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι
δὲ τὴν παρ᾽ αὑτῷ ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος
ὅσον ἂν ἀποπίῃ.' τοῦ δ᾽ ἐπιδέξια πίνειν μνημονεύει
καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις οὕτως ῾II 135 K':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.