ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρός,σημαίνει γὰρ κόχλον. τοιοῦτον δ᾽ ἐστὶν καὶ τὸ ῥήματα λέγειν ἀνθρώπων ὀνόμασιν ὅμοια, οἷον ῾p. 664 N':'
τεθνηκὼς ζῳῷ φθεγγόμενος στόματι.
λαβὼν ἀριστόνικον ἐν μάχῃ κράτος.καὶ τὸ περιφερόμενον:
πέντ᾽ ἄνδρες δέκα ναυσὶ κατέδραμον εἰς ἕνα χῶρον,
ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δ᾽ οὐκ ἦν ἀνελέσθαι:
δίψῃ δ᾽ ἐξώλλυντο, ὕδωρ δ᾽ ὑπερεῖχε γενείου.