previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔστιν εὐπορῆσαι καὶ ἄλλων γρίφων III 666 B':'
ἐν Φανερᾷ γενόμαν, πάτραν δέ μου ἁλμυρὸν ὕδωρ
ἀμφὶς ἔχει: μήτηρ δ᾽ ἔστ᾽ ἀριθμοῖο πάις.
Φανερᾷ μὲν οὖν λέγει τῇ Δήλῳ, ἥτις ὑπὸ θαλάσσης περιέχεται, μήτηρ δ᾽ Λητώ, ἥτις Κοίου ἐστὶ θυγάτηρ: Μακεδόνες δὲ τὸν ἀριθμὸν κοῖον προσαγορεύουσι. καὶ ἐπὶ τῆς πτισάνης III 668 B':'
κριθῆς ἀφλοίου χυλὸν ὀργάσας πίε.
πεποίηται δὲ τῆς πτισάνης τοὔνομα ἀπὸ τοῦ πτίσσειν καὶ ἀνεῖν. καὶ ἐπὶ τοῦ κοχλίου: φέρεται δὲ τοῦτο καὶ ἐν τοῖς Τεύκρου Ὁρισμοῖς:
ζῷον ἄπουν ἀνάκανθον ἀνόστεον ὀστρακόνωτον
ὄμματά τ᾽ ἐκκύπτοντα προμήκεα κεἰσκύπτοντα.
Ἀντιφάνης δ᾽ ἐν Αὑτοῦ ἐρῶντί φησι II 30 K':'
τροφαλίδας τε λινοσάρκους. μανθάνεις; τυρὸν
λέγω.
Ἀναξανδρίδης Αἰσχρᾷ II 137 K':'
ἀρτίως διηρτάμηκε, καὶ τὰ μὲν διανεκῆ
σώματος μέρη δαμάζετ᾽ ἐν πυρικτίτῳ στέγᾳ:
Τιμόθεος ἔφη ποτ᾽, ἄνδρες, τὴν χύτραν οἶμαι λέγων.
Τιμοκλῆς δ᾽ ἐν Ἥρωσιν II 457 K':'
ὡς δ᾽ ἦν ἠρμένη
βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ
φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας,
τράπεζα. Β. περιέργως <γε>, νὴ τὸν οὐρανόν:
ἐξὸν φράσαι τράπεζα συντόμως.
Πλάτων δ᾽ ἐν τῷ Ἀδώνιδι χρησμὸν δοθῆναι λέγων Κινύρᾳ ὑπὲρ Ἀδώνιδος τοῦ υἱοῦ φησιν I 601 K':'
Κινύρα, βασιλεῦ Κυπρίων, ἀνδρῶν δασυπρώκτων,
παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τε
πάντων ἀνθρώπων, δύο δ᾽ αὐτὸν δαίμον᾽ ὀλεῖτον,
μὲν ἐλαυνομένη λαθρίοις ἐρετμοῖς, δ᾽ ἐλαύνων.
λέγει δ᾽ Ἀφροδίτην καὶ Διόνυσον: ἀμφότεροι γὰρ ἤρων τοῦ Ἀδώνιδος. καὶ τὸ τῆς Σφιγγὸς δὲ αἴνιγμα Ἀσκληπιάδης ἐν τοῖς Τραγῳδουμένοις τοιοῦτον εἶναί φησιν A. P. XIV 64':'
ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή,
καὶ τρίπον, ἀλλάσσει δὲ φύσιν μόνον ὅσσ᾽ ἐπὶ γαῖαν
ἑρπετὰ γίνονται καὶ ἀν᾽ αἰθέρα καὶ κατὰ πόντον:
ἀλλ᾽ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ,
ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὑτοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: