πρὶν μὲν εἷρπε σχοινοτένειά τ᾽ ἀοιδὰταῦτα σημειώσαιτ᾽ ἄν τις πρὸς τοὺς νοθεύοντας Λάσου τοῦ Ἑρμιονέως τὴν ἄσιγμον ᾠδήν, ἥτις ἐπιγράφεται Κένταυροι. καὶ ὁ εἰς τὴν Δήμητρα δὲ τὴν ἐν Ἑρμιόνῃ ποιηθεὶς τῷ Λάσῳ ὕμνος ἄσιγμός ἐστιν, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τρίτῳ περὶ μουσικῆς, οὗ ἐστιν ἀρχή ῾III 376 B':'
καὶ τὸ σὰν κίβδηλον ἀνθρώποις.
Δάματρα μέλπω Κόραν τε Κλυμένοι᾽ ἄλοχον.