Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τὰ Πυθαγόρου δὲ αἰνίγματα τοιαῦτά
ἐστιν, ὥς φησι Δημήτριος ὁ Βυζάντιος ἐν τετάρτῳ
περὶ ποιημάτων: ‘καρδίαν μὴ ἐσθίειν᾽ ἀντὶ τοῦ ἀλυπίαν ἀσκεῖν. ‘πῦρ μαχαίρᾳ μὴ σκαλεύειν᾽ ἀντὶ τοῦ
τεθυμωμένον ἄνδρα μὴ ἐριδαίνειν: πῦρ γὰρ ὁ θυμός,
ἡ δὲ ἔρις μάχαιρα. ‘ζυγὸν μὴ ὑπερβαίνειν᾽ ἀντὶ τοῦ
πᾶσαν πλεονεξίαν φεύγειν καὶ στυγεῖν, ζητεῖν δὲ τὸ
ἴσον. ‘λεωφόρους [ὁδοὺς] μὴ στείχειν᾽ ἀντὶ τοῦ γνώμῃ
<τῶν> πολλῶν μὴ ἀκολουθεῖν: εἰκῇ γὰρ ἕκαστος ὅ τι
ἂν δόξῃ ἀποκρίνεται: τὴν δ᾽ εὐθεῖαν ἄγειν ἡγεμόνι
χρώμενον τῷ νῷ. ‘μὴ καθῆσθαι ἐπὶ χοίνικα᾽ ἀντὶ τοῦ
μὴ σκοπεῖν τὰ ἐφ᾽ ἡμέραν, ἀλλὰ τὴν ἐπιοῦσαν ἀεὶ
προσδέχεσθαι. <‘ἀποδημοῦντα ἐπὶ τοῖς ὅροις μὴ ἐπιστρέφεσθαι:‘> ὅρια γὰρ καὶ πέρας ζωῆς ὁ θάνατος:
τοῦτον οὖν οὐκ ἐᾷ μετὰ λύπης καὶ φροντίδος προσίεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.