previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θεοδέκτην δὲ τὸν Φασηλίτην φησὶν Ἕρμιππος ἐν τοῖς περὶ τῶν Ἰσοκράτους μαθητῶν FHG III 51' 'ἱκανώτατον γεγονέναι ἀνευρεῖν τὸν προβληθέντα γρῖφον καὶ αὐτὸν προβαλεῖν ἑτέροις ἐπιδεξίως, οἷον τὸν περὶ τῆς σκιᾶς. ἔφη γὰρ εἶναί τινα φύσιν, περὶ τὴν γένεσιν καὶ φθίσιν ἐστὶ μεγίστη, περὶ δὲ τὴν ἀκμὴν ἐλαχίστη. λέγει δ᾽ οὕτως p. 627 N':'
τίς φύσις οὔθ᾽ ὅσα γαῖα φέρει τροφὸς οὔθ᾽ ὅσα
πόντος
οὔτε βροτοῖσιν ἔχει γυίων αὔξησιν ὁμοίαν,
ἀλλ᾽ ἐν μὲν γενέσει πρωτοσπόρῳ ἐστὶ μεγίστη,
ἐν δὲ μέσαις ἀκμαῖς μικρά, γήρᾳ δὲ πρὸς αὐτῷ
μορφῇ καὶ μεγέθει μείζων πάλιν ἐστὶν ἁπάντων.
κἀν τῷ Οἰδίποδι δὲ τῇ τραγῳδίᾳ τὴν νύκτα καὶ τὴν ἡμέραν εἴρηκεν αἰνιττόμενος p. 623 N':'
εἰσὶ κασίγνηται διτταί, ὧν μία τίκτει
τὴν ἑτέραν, αὐτὴ δὲ τεκοῦσ᾽ ὑπὸ τῆσδε τεκνοῦται.
τοιοῦτόν τι καὶ Καλλισθένης ἐν ταῖς Ἑλληνικαῖς φησιν p. 15 M',' ὡς Ἀρκάδων πολιορκούντων Κρῶμνον ῾πολίχνιον δ᾽ ἐστὶν ἱδρυμένον πλησίον Μεγάλης πόλεως᾿ Ἱππόδαμος Λάκων εἷς ὢν τῶν πολιορκουμένων διεκελεύετο τῷ παρὰ Λακεδαιμονίων πρὸς αὐτοὺς ἥκοντι κήρυκι, δηλῶν ἐν αἰνιγμῷ τὴν περὶ αὐτοὺς κατάστασιν, ἀπαγγέλλειν τῇ μητρὶ λύεσθαι τὸ γύναιον δέχ᾽ ἡμερῶν τὸ ἐν Ἀπολλωνίῳ δεδεμένον, ὡς οὐκ ἔτι λύσιμον ἐσόμενον ἐὰν αὗται παρέλθωσι. καὶ διὰ ταύτης τῆς γνώμης ἐμήνυεν σαφῶς τὸ μήνυμα. αὕτη γάρ ἐστιν ἐν τῷ Ἀπολλωνίῳ παρὰ τὸν τοῦ Ἀπόλλωνος θρόνον διὰ γραφῆς ἀπομεμιμημένος Λιμὸς ἔχων γυναικὸς μορφήν. φανερὸν οὖν ἐγένετο πᾶσιν ὅτι δέκα ἡμέρας ἔτι καρτερῆσαι δύνανται οἱ πολιορκούμενοι διὰ τὸν λιμόν. συνέντες οὖν οἱ Λάκωνες τὸ λεχθὲν ἐβοήθησαν κατὰ κράτος τοῖς ἐν τῇ Κρώμνῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: