ἀπολεῖς μ᾽ ἐρωτῶν—κατὰ τὸν καλὸν Ἀγάθωναἐπεὶ δὲ πάντων ἡμᾶς εὐθύνας σοι διδόναι κέκριται, Ἀντιφάνης ἐν Λυδῷ εἴρηκε ῾II 70 K':'
(fr. 13 N'—᾽
καὶ σὺ χὠ νέος τρόπος,
ἐν οὐ πρέποντι τοῖς λόγοισι χρώμενος.
Κολχὶς ἄνθρωπος πάροινος.σὺ δὲ παροινῶν καὶ μεθύων οὐδέπω κόρον ἔχεις οὐδ᾽ ἐπὶ νοῦν λαμβάνεις ὅτι ὑπὸ μέθης ἀπέθανεν Εὐμένης ὁ Περγαμηνὸς ὁ Φιλεταίρου τοῦ Περγάμου βασιλεύσαντος ἀδελφιδοῦς, ὡς ἱστορεῖ Κτησικλῆς ἐν τρίτῳ Χρόνων ῾FHG IV 375'.' ἀλλ᾽ οὐ Περσεὺς ὁ ὑπὸ Ῥωμαίων καθαιρεθείς: κατ᾽ οὐδὲν γὰρ τὸν πατέρα Φίλιππον. ἐμιμήσατο. οὔτε γὰρ περὶ γυναῖκας ἐσπουδάκει οὔτε φίλοινος ἦν, ἀλλὰ καὶ οὐ μόνον αὐτὸς μέτριον ἔπινε δειπνῶν, ἀλλὰ καὶ οἱ συνόντες αὐτῷ φίλοι, ὡς ἱστορεῖ Πολύβιος ἐν τῇ ἕκτῃ καὶ εἰκοστῇ ῾om. Hu'.' σὺ δέ, ὦ Οὐλπιανέ, ἀρρυθμοπότης μὲν εἶ κατὰ τὸν Φλιάσιον Τίμωνα—οὕτως γὰρ ἐκεῖνος ὠνόμασε τοὺς τὸν πολὺν σπῶντας οἶνον ἄκρατον ἐν τῷ δευτέρῳ τῶν Σίλλων ῾fr. 46 W':'
ἠὲ βαρὺν βουπλῆγα τομώτερον ἢ Λυκόοργος,οὐ ποτικὸς δέ. ὠνόμασε δὲ ποτικὸν Ἀλκαῖος Γανυμήδει οὕτως ῾I 758 K' '.... ὅτι δὲ τὸ μεθύειν καὶ τὰς ὄψεις ἡμῶν πλανᾷ σαφῶς ἔδειξεν Ἀνάχαρσις δι᾽ ὧν εἴρηκε, δηλώσας ὅτι ψευδεῖς δόξαι τοῖς μεθύουσι γίγνονται. συμπότης γάρ τις ἰδὼν αὐτοῦ τὴν γυναῖκα ἐν τῷ συμποσίῳ ἔφη: ‘ὦ Ἀνάχαρσι, γυναῖκα γεγάμηκας αἰσχράν.' καὶ ὃς ἔφη: ‘πάνυ γε κἀμοὶ δοκεῖ: ἀλλά μοι ἔγχεον, ὦ παῖ, ποτήριον ἀκρατέστερον, ὅπως αὐτὴν καλὴν ποιήσω.'
ὅς ῥα Διωνύσου ἀρρυθμοπότας ἐπέκοπτεν,
ἐκ δὲ ῥυτὰ ῥίπτασκεν ἀπληστοίνους τ᾽ ἀρυταίνας—