χρυσῷ τὸν κροκόεντα περιζώσασα χιτῶναὅτι δὲ φίλοινον τὸ τῶν γυναικῶν γένος κοινόν. οὐκ ἀχαρίτως δὲ καὶ ὁ Ξέναρχος ἐν τῷ Πεντάθλῳ γυναῖκά τινα παράγει φρικτότατον ὅρκον ὀμνύουσαν τόνδε ῾II 470 K':'
τόνδε Διωνύσῳ δῶρον ἔδωκε Κλεώ,
οὕνεκα συμποσίοισι μετέπρεπεν: ἶσα δὲ πίνειν
οὔτις οἱ ἀνθρώπων ἤρισεν οὐδαμά πω.
ἐμοὶ γένοιτο σοῦ ζώσης, τέκνον,παρὰ Ῥωμαίοις δέ, ὥς φησι Πολύβιος ἐν τῇ ἕκτῃ ῾c. 2, 5',' ἀπείρηται γυναιξὶ πίνειν οἶνον: τὸ δὲ καλούμενον πάσσον πίνουσι. τοῦτο δὲ ποιεῖται μὲν ἐκ τῆς ἀσταφίδος καί ἐστι παραπλήσιος πινόμενος τῷ Αἰγοσθενεῖ τῷ γλυκεῖ καὶ τῷ Κρητικῷ: διὸ πρὸς τὸ κατεπεῖγον τοῦ δίψους χρῶνται αὐτῷ. λαθεῖν δ᾽ ἐστὶν ἀδύνατον τὴν γυναῖκα πιοῦσαν οἶνον: πρῶτον μὲν γὰρ οὐδ᾽ ἔχει οἴνου κυρείαν ἡ γυνή: πρὸς δὲ τούτοις φιλεῖν δεῖ τοὺς συγγενεῖς τοὺς ἑαυτῆς καὶ τοὺς τοῦ ἀνδρὸς ἕως ἐξανεψιῶν καὶ τοῦτο ποιεῖν καθ᾽ ἡμέραν, ὁπόταν ἴδῃ πρῶτον. λοιπὸν ἀδήλου τῆς ἐντυχίας οὔσης τίσιν ἀπαντήσει φυλάσσεται: τὸ γὰρ πρᾶγμα κἂν γεύσηται μόνον οὐ προσδεῖ διαβολῆς. Ἄλκιμος δ᾽ ὁ Σικελιώτης ἐν τῇ ἐπιγραφομένῃ τῶν βίβλων Ἰταλικῇ ῾FHG IV 296' 'πάσας φησὶ τὰς ἐν Ἰταλίᾳ γυναῖκας μὴ πίνειν οἶνον ἀπὸ τοιαύτης αἰτίας: ‘Ἡρακλῆς περὶ τὴν Κροτωνιᾶτιν γενόμενος ἐπεὶ πρός τινα οἰκίαν οὖσαν παρὰ τὴν ὁδὸν διψῶν ἀφίκετο, προσελθὼν ᾔτει πιεῖν ἐντεῦθεν. ἔτυχε δ᾽ ἡ γυνὴ τοῦ τὴν οἰκίαν κεκτημένου πίθον οἴνου λαθραίως ὑποίξασα: καὶ πρὸς μὲν τὸν ἄνδρα δεινὸν ἔφη ποιήσειν αὐτόν, εἰ ξένου χάριν τὸν πίθον τοῦτον ἀνοίξειεν, ὕδωρ δ᾽ ἐκέλευσεν αὐτὸν προσενεγκεῖν. Ἡρακλῆς δ᾽ ἐπὶ θύραις ἑστὼς καὶ ἀκούσας ταῦτα τὸν μὲν ἄνδρα αὐτῆς σφόδρα ἐπῄνεσεν, ὃν ἐκέλευσεν αὐτὸν παρελθόντα εἴσω σκοπεῖν τὸν πίθον. καὶ ὃς εἰσελθὼν λίθινον εὗρε τὸν πίθον γεγονότα. τοῦτο δὲ τὸ σημεῖον ἔτι καὶ νῦν ἐστιν ἐν .... ταῖς ἐπιχωρίαις γυναιξὶν πάσαις ἐν αἰσχρῷ κεῖσθαι τὸ πίνειν οἶνον διὰ τὴν προκειμένην αἰτίαν.'
ἐλευθέριον πιοῦσαν οἶνον ἀποθανεῖν.