previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ οὐδὲν παράδοξον τούτους τοὺς ἄνδρας ἀδηφάγους γενέσθαι: πάντες γὰρ οἱ ἀθλοῦντες μετὰ τῶν γυμνασμάτων καὶ ἐσθίειν πολλὰ διδάσκονται. διὸ καὶ Εὐριπίδης ἐν τῷ πρώτῳ Αὐτολύκῳ λέγει fr. 284 N':'
κακῶν γὰρ ὄντων μυρίων καθ᾽ Ἑλλάδα
οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους:
οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ
οὔτ᾽ ἂν δύναιντο: πῶς γὰρ ὅστις ἔστ᾽ ἀνὴρ
γνάθου τε δοῦλος νηδύος θ᾽ ἡσσημένος,
κτήσαιτ᾽ ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός;
οὐδ᾽ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις
οἷοί τ᾽: ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ
σκληρῶς διαλλάσσουσιν εἰς τἀμήχανα.
λαμπροὶ δ᾽ ἐν ἥβῃ καὶ πόλεως ἀγάλματα
φοιτῶσ᾽: ὅταν δὲ προσπέσῃ γῆρας πικρόν,
τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας.
ἐμεμψάμην δὲ καὶ τὸν Ἑλλήνων νόμον,
οἳ τῶν δ᾽ ἕκατι σύλλογον ποιούμενοι
τιμῶσ᾽ ἀχρείους ἡδονὰς δαιτὸς χάριν.
τί γὰρ παλαίσας εὖ, τί δ᾽ ὠκύπους ἀνὴρ
δίσκον ἄρας γνάθον παίσας καλῶς
πόλει πατρῴᾳ στέφανον ἤρκεσεν λαβών;
πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν
δίσκους ἔχοντες δι᾽ ἀσπίδων χερὶ
θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας;
οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας
στάς. ἄνδρας ... χρὴ σοφούς τε κἀγαθοὺς
φύλλοις στέφεσθαι χὤστις ἡγεῖται πόλει
κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ,
ὅστις τε μύθοις ἔργ᾽ ἀπαλλάσσει κακὰ
μάχας τ᾽ ἀφαιρῶν καὶ στάσεις. τοιαῦτα γὰρ
πόλει τε πάσῃ πᾶσί θ᾽ Ἕλλησιν καλά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: