καίπερ συνθεσίης ἔφαγόν ποτε Μῃόνιον βοῦν:Μίλων δ᾽ ὁ Κροτωνιάτης, ὥς φησιν ὁ Ἱεραπολίτης Θεόδωρος ἐν τοῖς περὶ ἀγώνων ῾FHG IV 513',' ἤσθιε μνᾶς κρεῶν εἴκοσι καὶ τοσαύτας ἄρτων οἴνου τε τρεῖς χοᾶς ἔπινεν. ἐν δὲ Ὀλυμπίᾳ ταῦρον ἀναθέμενος τοῖς ὤμοις τετραέτη καὶ τοῦτον περιενέγκας τὸ στάδιον μετὰ ταῦτα δαιτρεύσας μόνος αὐτὸν κατέφαγεν ἐν μιᾷ ἡμέρᾳ. Τίτορμός τε ὁ Αἰτωλὸς διηριστήσατο αὐτῷ βοῦν, ὡς ἱστορεῖ ὁ Αἰτωλὸς Ἀλέξανδρος ῾p. 249 M'.' Φύλαρχος δέ φησιν ἐν τῇ γ# τῶν ἱστοριῶν ῾FHG I 335' 'τὸν Μίλωνα ταῦρον καταφαγεῖν κατακλιθέντα πρὸ τοῦ βωμοῦ τοῦ Διός: διὸ καὶ ποιῆσαι εἰς αὐτὸν Δωριέα τὸν ποιητὴν τάδε:
πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος
Θευγένει: ἅσσα φαγὼν ἔτ᾽ ἐπῄτεον. οὕνεκεν οὕτω
χάλκεος ἑστήκω χεῖρα προισχόμενος.
τοῖος ἔην Μίλων, ὅτ᾽ ἀπὸ χθονὸς ἤρατο βρῖθος,Ἀστυάναξ δ᾽ ὁ Μιλήσιος τρὶς Ὀλύμπια νικήσας κατὰ τὸ ἑξῆς παγκράτιον, κληθείς ποτε ἐπὶ δεῖπνον ὑπὸ Ἀριοβαρζάνου τοῦ Πέρσου καὶ ἀφικόμενος ὑπέσχετο φαγεῖν πάντα τὰ πᾶσι παρασκευασθέντα καὶ κατέφαγε. τοῦ Πέρσου δ᾽ αὐτὸν ἀξιώσαντος, ὡς ὁ Θεόδωρος ἱστορεῖ ῾FHG IV 513',' ἄξιόν τι ποιῆσαι τῶν κατὰ τὴν ἰσχὺν φακὸν τῆς κλίνης περίχαλκον ὄντα κλάσας ἐξέτεινε μαλάξας. τελευτήσαντος δ᾽ αὐτοῦ καὶ κατακαυθέντος οὐκ ἐχώρησε μία ὑδρία τὰ ὀστέα, μόλις δὲ δύο. καὶ τὰ τοῖς ἐννέα ἀνδράσι παρεσκευασμένα παρὰ τῷ Ἀριοβαρζάνῃ εἰς τὸ δεῖπνον μόνον καταφαγεῖν.
τετραέτη δαμάλην ἐν Διὸς εἰλαπίναις,
ὤμοις δὲ κτῆνος τὸ πελώριον ὡς νέον ἄρνα
ἤνεγκεν δι᾽ ὅλης κοῦφα πανηγύρεως.
καὶ θάμβος μέν, ἀτὰρ τοῦδε πλέον ἤνυσε θαῦμα
πρόσθεν Πισαίου, ξεῖνε, θυηπολίου:
ὃν γὰρ ἐπόμπευσεν βοῦν ἄζυγον, εἰς κρέα τόνδε
κόψας πάντα κατ᾽ οὖν μοῦνος ἐδαίσατό νιν.