καθαρῇ δ᾽ ἐν κελέβῃ πέντε <τε> καὶ τρεῖς ἀναχείσθω.Φιλέταιρος δ᾽ ἐν Τηρεῖ δύο ὕδατος πρὸς τρεῖς ἀκράτου. λέγει δὲ οὕτως ῾II 234 K' '
πεπωκέναι δοκεῖ τὸν κατὰ δύοΦερεκράτης δ᾽ ἐν Κοριαννοῖ δύο ὕδατος πρὸς τέσσαρας οἴνου, λέγων ὧδε ῾I 164 K':'
καὶ τρεῖς ἀκράτου.
ἄποτος, ὦ Γλύκη.Ἔφιππος δ᾽ ἐν Κίρκῃ τρεῖς πρὸς τέτταρας ῾II 255 K':'
Β. ὑδαρῆ 'νέχεέν σοι; Α. παντάπασι μὲν οὖν ὕδωρ.
Β. τί εἰργάσω; πῶς, ὦ κατάρατε, ἐνέχεας;
ΓΛ. δύ᾽ ὕδατος, ὦ μάμμη. Β. τί δ᾽ οἴνου; ΓΛ.
τέτταρας.
Β. ἔρρ᾽ ἐς κόρακας: βατράχοισιν οἰνοχοεῖν σε δεῖ.
οἶνον πίοις ἂν ἀσφαλέστερον πολὺ
ὑδαρῆ. Β. μὰ τὴν γῆν, ἀλλὰ τρία καὶ τέτταρα.
Α. οὕτως ἄκρατον, εἰπέ μοι, πίῃ; Β. τί φής;