previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ Φαρσάλιοι δὲ κωμῳδοῦνται ὡς πολυφάγοι. Μνησίμαχος γοῦν ἐν Φιλίππῳ φησί II 441 K':'
τῶν Φαρσαλίων
ἥκει τις, ἵνα <καὶ> τὰς τραπέζας καταφάγῃ;
Β. οὐδεὶς πάρεστιν. Α. εὖ γε δρῶντες. ἆρά που
ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαικήν;
ὅτι δὲ καὶ πάντες Θετταλοὶ ὡς πολυφάγοι διεβάλλοντο Κράτης φησὶν ἐν Λαμίᾳ I 136 K':'
ἔπη τριπήχη Θετταλικῶς τετμημένα.
τοῦτο δ᾽ εἶπεν ὡς τῶν Θετταλῶν μεγάλα κρέα τεμνόντων. Φιλέταιρος δ᾽ ἐν Λαμπαδηφόροις II 233 K':'
καὶ χειροβαρὲς σαρκὸς ὑείας Θετταλότμητον κρέας.
ἔλεγον δὲ καὶ Θετταλικὴν ἔνθεσιν τὴν μεγάλην. Ἕρμιππος Μοίραις I 235 K':'
Ζεὺς δὲ τούτων οὐδὲν ἐνθυμούμενος
μύων ξυνέπλαττε Θετταλικήν τιν᾽ ἔνθεσιν.
ταῦτα δὲ καπανικὰ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς I 519 K':'
τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν;
τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα.
οἷον τὰ ἁμαξιαῖα: Θετταλοὶ γὰρ τὰς ἀπήνας καπάνας ἔλεγον. Ξέναρχος Σκύθαις II 472 K':'
ἑπτὰ δὲ καπάνας ἔτρεφον εἰς Ὀλύμπια.
Β. τί λέγεις; <καπάνας; πῶς;> Α. καπάνας Θετταλοὶ
πάντες καλοῦσι τὰς ἀπήνας. Β. μανθάνω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: