previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ ἔθνη δὲ ὅλα εἰς πολυφαγίαν ἐκωμῳδεῖτο, ὡς τὸ Βοιωτόν. Εὔβουλος γοῦν ἐν Ἀντιόπῃ φησί II 169 K':'
πώνειν μὲν ἁμὲς καὶ φαγεῖν μάλ᾽ ἀνδρικοὶ
καὶ καρτερεῖμεν, τοῖς δ᾽ Ἀθηναίοις λέγειν
καὶ μικρὰ φαγέμεν, τοὶ δὲ Θηβαῖοι μέγα.
καὶ ἐν Εὐρώπῃ p. 176':'
κτίζε Βοιωτῶν πόλιν,
ἀνδρῶν ἀρίστων ἐσθίειν δι᾽ ἡμέρας.
καὶ ἐν Ἴωνι p. 177':'
οὕτω σφόδρ᾽ ἐστὶ τοὺς τρόπους Βοιώτιος
ὥστ᾽ οὐδὲ δειπνῶν, ὡς λέγουσ᾽, ἐμπίπλαται.
ἐν δὲ Κέρκωψι p. 181':'
μετὰ ταῦτα Θήβας ἦλθον, οὗ τὴν νύχθ᾽ ὅλην
τήν θ᾽ ἡμέραν δειπνοῦσι καὶ κοπρῶν᾽ ἔχει
ἐπὶ ταῖς θύραις ἕκαστος, οὗ πλήρει βροτῷ
οὐκ ἔστι μεῖζον ἀγαθόν: ὡς χεζητιῶν
μακρὰν βαδίζων, πολλὰ δ᾽ ἐσθίων ἀνήρ,
δάκνων τὰ χείλη παγγέλοιός ἐστ᾽ ἰδεῖν.
ἐν δὲ τοῖς Μυσοῖς πρὸς τὸν Ἡρακλέα ποιεῖ τινα τάδε λέγοντα p. 187':'
σὺ μὲν τὸ Θήβης, ὡς λέγεις, πέδον λιπών,
ἀνδρῶν ἀρίστων ἐσθίειν δι᾽ ἡμέρας
ὅλης τραχήλους καὶ κοπρῶνας πλησίον ...
Δίφιλος δὲ ἐν Βοιωτίῳ II 547 K':'
οἷος ἐσθίειν πρὸ ἡμέρας
ἀρξάμενος πάλιν πρὸς ἡμέραν.
Μνησίμαχος Βουσίριδι II 436 K':'
εἰμὶ γὰρ Βοιώτιος
ὀλίγα μὲν λαλῶν, Β. δίκαια ταῦτα. Α. πολλὰ δ᾽
ἐσθίων.
Ἄλεξις Τροφωνίῳ II 383 K':'
νῦν δ᾽ ἵνα μὴ παντελῶς Βοιώτιοι
φαίνησθ᾽ εἶναι τοῖς διασύρειν ὑμᾶς εἰθισμένοις,
ὡς ἀκίνητοι νῦν εἶναι βοᾶν καὶ πονεῖν μόνον
καὶ δειπνεῖν ἐπιστάμενοι διὰ τέλους τὴν νύχθ᾽ ὅλην,
γυμνοῦθ᾽ αὑτοὺς θᾶττον ἅπαντες.
Ἀχαιὸς δ᾽ ἐν Ἄθλοις p. 579 N':'
πότερα θεωροῖς εἴτ᾽ ἀγωνισταῖς λέγεις;
Β. πόλλ᾽ ἐσθίουσιν, ὡς ἐπασκούντων τρόπος.
Α. ποδαποὶ γάρ εἰσιν οἱ ξένοι; Β. Βοιώτιοι.
ἐκ τούτων εἰκός ἐστι καὶ Ἐρατοσθένη ἐν ταῖς ἐπιστολαῖς p. 199 B' 'Πρεπέλαον φῆσαι ἐρωτηθέντα τί αὐτῷ δοκοῦσιν εἶναι Βοιωτοὶ εἰπεῖν: ‘τί γὰρ ἄλλο τοιαῦτα ἐλάλουν, οἷα ἂν καὶ τὰ ἀγγεῖα φωνὴν λαβόντα, ὁπόσον ἕκαστος χωρεῖ. Πολύβιος δ᾽ Μεγαλοπολίτης ἐν τῇ εἰκοστῇ τῶν ἱστοριῶν φησιν c. 4, 1. 6, 5' 'ὡς Βοιωτοὶ μεγίστην δόξαν λαβόντες κατὰ τὰ Λευκτρικὰ κατὰ μικρὸν ἀνέπεσον ταῖς ψυχαῖς καὶ ὁρμήσαντες ἐπ᾽ εὐωχίας καὶ μέθας διέθεντο καὶ κοινωνεῖα τοῖς φίλοις. πολλοὶ δὲ καὶ τῶν ἐχόντων γενεὰς ἀπεμέριζον τοῖς συσσιτίοις τὸ πλέον μέρος τῆς οὐσίας, ὥστε πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε δεῖπνα τοῦ μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν. διόπερ Μεγαρεῖς μισήσαντες αὐτῶν τὴν τοιαύτην κατάστασιν ἀπένευσαν εἰς τοὺς Ἀχαιούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: