ἱστορίης ἐπίδειγμα ποιούμενος Ἑλλάδι πάσῃ—φησί ῾fr. 61 R':'
πρὸς δὲ μιᾷ πάντας δειπνεῖν ἁβρόδαιτι τραπέζῃ.ἀγνοεῖ δ᾽ ὅτι οἱ ἐν τῷ Πλάτωνος συσσιτίῳ ὀκτὼ καὶ εἴκοσι ἦσαν.
ἔστωσαν δ᾽ ἢ τρεῖς ἢ τέσσαρες οἱ ξυνάπαντες
ἢ τῶν πέντε γε μὴ πλείους: ἤδη γὰρ ἂν εἴη
μισθοφόρων ἁρπαξιβίων σκηνὴ στρατιωτῶν.
οὗτοι δὲ <πρὸς> τὰ δεῖπνα τῶν ἐν τῇ πόλειἈντιφάνης φησί ῾II 112 K',' καὶ ἐπάγει:
ἀφορῶσιν <ἀεὶ> καὶ πέτονται δεξιῶς
ἐπὶ ταῦτ᾽ ἄκλητοι,
οὓς ἔδει
τὸν δῆμον ἐκ κοινοῦ τρέφειν, ἀεί θ᾽ ὅπερ
Ὀλυμπίασί φασι ταῖς μυίαις ποιεῖν,
βοῦν τοῖς ἀκλήτοις προκατακόπτειν πανταχοῦ. —