previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

θαυμάζεται δὲ καὶ Ἰκάριος οἶνος, ὡς Ἄμφος II 248 K':'
ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακοί,
Ἰκάριος οἶνος, ἰσχάδες Κιμώλιαι.
γίνεται δὲ ἐν Ἰκάρῳ, φησὶν Ἐπαρχίδης FHG IV 404',' πράμνιος. ἐστὶ δὲ οὗτος γένος τι οἴνου. καί ἐστιν οὗτος οὔτε γλυκὺς οὔτε παχύς, ἀλλ᾽ αὐστηρὸς καὶ σκληρὸς καὶ δύναμιν ἔχων διαφέρουσαν: οἵῳ Ἀριστοφάνης οὐχ ἥδεσθαι Ἀθηναίους φησί fr. 579 K' 'λέγων τὸν Ἀθηναίων δῆμον οὔτε ποιηταῖς ἥδεσθαι σκληροῖς καὶ ἀστεμφέσιν οὔτε πραμνίοις [σκληροῖσιν] οἴνοις συνάγουσι τὰς ὀφρῦς τε καὶ τὴν κοιλίαν, ἀλλ᾽ ἀνθοσμίᾳ καὶ πέπονι νεκταροσταγεῖ. εἶναι γὰρ ἐν Ἰκάρῳ φησὶ Σῆμος FHG IV 493' 'Πράμνιον πέτραν καὶ παρ᾽ αὐτῇ ὄρος μέγα, ἀφ᾽ οὗ τὸν Πράμνιον οἶνον, ὃν καὶ φαρμακίτην τινὰς καλεῖν. ἐκαλεῖτο δὲ Ἴκαρος πρότερον Ἰχθυόεσσα διὰ τὸ ἐν αὐτῇ τῶν ἰχθύων πλῆθος, ὡς καὶ Ἐχινάδες ἀπὸ τῶν ἐχίνων καὶ Σηπιὰς ἄκρα ἀπὸ τῶν περὶ αὐτὴν σηπιῶν καὶ Λαγοῦσσαι νῆσοι ἀπὸ τῶν ἐν αὐταῖς λαγωῶν καὶ ἕτεραι Φυκοῦσσαι καὶ Λοπαδοῦσσαι ἀπὸ τῶν παραπλησίων. προσαγορεύεται δέ, φησὶν Ἐπαρχίδης l. s',' ἄμπελος τὸν Ἰκάριον πράμνιον φέρουσα ὑπὸ τῶν ξένων μὲν ἱερά, ὑπὸ δὲ τῶν Οἰνοαίων Διονυσιάς. Οἰνόη δὲ πόλις ἐν τῇ νήσῳ ἐστί. Δίδυμος δὲ p. 77 Schm' 'πράμνιόν φησιν οἶνον ἀπὸ πραμνίας ἀμπέλου οὕτω καλουμένης, οἳ δὲ ἰδίως τὸν μέλανα, ἔνιοι δὲ ἐν τῷ καθόλου τὸν πρὸς παραμονὴν ἐπιτήδειον οἱονεὶ παραμόνιον ὄντα: οἳ δὲ τὸν πραύνοντα τὸ μένος, ἐπεὶ οἱ πιόντες προσηνεῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: