Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι Θεμιστοκλῆς ὑπὸ βασιλέως ἔλαβε δωρεὰν
τὴν Λάμψακον εἰς οἶνον, Μαγνησίαν δ᾽ εἰς ἄρτον,
Μυοῦντα δ᾽ εἰς ὄψον, Περκώτην δὲ καὶ τὴν Παλαίσκηψιν εἰς στρωμνὴν καὶ ἱματισμόν. ἐκέλευσε δὲ τούτῳ
στολὴν φορεῖν βαρβαρικήν, ὡς καὶ Δημαράτῳ, δοὺς
τὰ πρότερον ὑπάρχοντα καὶ <εἰς> στολὴν Γάμβρειον
προσθεὶς ἐφ᾽ ᾧ τε μηκέτι Ἑλληνικὸν ἱμάτιον περιβάληται.
καὶ Κῦρος δὲ ὁ μέγας Πυθάρχῳ τῷ Κυζικηνῷ φίλῳ ὄντι
ἐχαρίσατο ἑπτὰ πόλεις, ὥς φησιν ὁ Βαβυλώνιος Ἀγαθοκλῆς ῾FHG IV 289',' Πήδασον, Ὀλύμπιον, Ἀκαμάντιον, <Τίον>, Σκῆπτρα, Ἀρτύψον, Τορτύρην. ‘ὃ δ᾽ εἰς
ὕβριν, φησί, καὶ ἄνοιαν προελθὼν τυραννεῖν ἐπεχείρησε τῆς πατρίδος στρατιὰν συναγαγών. καὶ οἱ Κυζικηνοὶ ἐξορμήσαντες ἐπ᾽ αὐτὸν ἐβοηδρόμουν, πρόκροσσοι φερόμενοι ἐπὶ τὸν κίνδυνον.' —τιμᾶται δὲ παρὰ
Λαμψακηνοῖς ὁ Πρίηπος ὁ αὐτὸς ὢν τῷ Διονύσῳ, ἐξ
ἐπιθέτου καλούμενος οὕτως, ὡς Θρίαμβος καὶ Διθύραμβος.
ὅτι Μιτυληναῖοι τὸν παρ᾽ αὑτοῖς γλυκὺν οἶνον πρόδρομον καλοῦσι, ἄλλοι δὲ πρότροπον [ἢ πρόδρομον].
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.