πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλῳτραπεζορήτορες, οἳ ὑπὸ γλωσσαλγίας ἐπιλελῆσθαί μοι δοκοῦσι καὶ τοῦ Πυθικοῦ χρησμοῦ, ὃν ἀναγράφει Χαμαιλέων ῾om. Koepke':'
βιβλιακοὶ χαρακῖται ἀπείριτα δηριόωντες
Μουσέων ἐν ταλάρῳ.
ἕως ἂν τῆς λογοδιαρροίας ἀπαλλαγῶσιν οὗτοι οἱ
εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτακαὶ Μνησίθεος δ᾽ ὁ Ἀθηναῖος Διόνυσον ἰατρόν φησι τὴν Πυθίαν χρῆσαι τιμᾶν Ἀθηναίοις. φησὶ δὲ καὶ Ἀλκαῖος ὁ Μιτυληναῖος ποιητής ῾fr. 39 B4':'
οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ.
τέγγε πνεύμονα οἴνῳ: τὸ γὰρ ἄστρον περιτέλλεται:καὶ ἀλλαχοῦ ῾fr. 40':'
ἡ δ᾽ ὥρη χαλεπή: πάντα δὲ δίψαισ᾽ ὑπὸ καύματος.
πίνωμεν, τὸ γὰρ ἄστρον περιτέλλεται.Εὔπολίς τε τὸν Καλλίαν φησὶν ἀναγκάζεσθαι ὑπὸ Πρωταγόρου πίνειν, ἵνα ῾I 297 K':'
πρὸ τοῦ κυνὸς τὸν πνεύμον᾽ ἔκλυτον φορῇ.ἡμῖν δ᾽ οὐ μόνον ὁ πνεύμων ἀπεξήρανται, κινδυνεύει δὲ καὶ ἡ καρδία. καίτοι Ἀντιφάνης λέγει ῾II 112 K':'
τὸ δὲ ζῆν, εἰπέ μοι,οὕτω τούτοις, φησί, κυνολογήσασιν ἐδόθη πιεῖν. εἴρηται δὲ τὸ βρέχειν καὶ ἐπὶ τοῦ πίνειν. Ἀντιφάνης ῾II 126 K':'
τί ἐστι; τὸ πίνειν φήμ᾽ ἐγώ.
ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα
δένδρων ἀεὶ τὴν νύκτα καὶ τὴν ἡμέραν
βρέχεται, μέγεθος καὶ κάλλος οἷα γίνεται,
τὰ δ᾽ ἀντιτείνοντ᾽ [οἱονεὶ δίψαν τινὰ
ἢ ξηρασίαν ἔχοντ᾽] αὐτόπρεμν᾽ ἀπόλλυται.
δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν.Εὔβουλος ῾II 209 K':'
Σίκων ἐγὼ
βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος.
Β. πέπωκας οὗτος; Α. ..... πέπωκ᾽ ἐγώ,
μὰ Δία τὸν Μενδαῖον.