previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅρος οἰκουμένης. δῆμον τὴν Ῥώμην φησί. λέγει δὲ καὶ ὅτι οὐκ ἄν τις σκοποῦ πόρρω τοξεύων λέγοι τὴν Ῥώμην πόλιν ἐπιτομὴν τῆς οἰκουμένης: ἐν συνιδεῖν ἔστιν οὕτως πάσας τὰς πόλεις ἱδρυμένας, καὶ κατ᾽ ἰδίαν δὲ τὰς πολλάς, ὡς Ἀλεξανδρέων μὲν τὴν χρυσῆν, Ἀντιοχέων δὲ τὴν καλήν, Νικομηδέων δὲ τὴν περικαλλῆ, προσέτι τε com. inc. IV 604 M' '
τὴν λαμπροτάτην πόλεων πασῶν ὁπόσας Ζεὺς
ἀναφαίνει,
τὰς Ἀθήνας λέγω. ἐπιλείποι δ᾽ ἄν με οὐχ ἡμέρα μία ἐξαριθμούμενον τὰς ἐν τῇ Ῥωμαίων οὐρανοπόλει [Ῥώμῃ] ἀριθμουμένας πόλεις, ἀλλὰ πᾶσαι αἱ κατὰ τὸν ἐνιαυτὸν [ἀριθμούμεναι] διὰ τὸ πλῆθος. καὶ γὰρ ὅλα ἔθνη ἀθρόως αὐτόθι συνῴκισται, ὡς τὸ Καππαδοκῶν καὶ Σκυθῶν καὶ Ποντίων καὶ ἄλλων πλειόνων. οὗτοι οὖν πάντες, σύμπας δῆμος τῆς οἰκουμένης, τὸν ἐφ᾽ ἡμῖν, φησί, φιλόσοφον ὀρχηστὴν Μέμφιν ἐκάλεσαν ἀπαρχαίζοντες τὴν διὰ τοῦ σώματος αὐτοῦ κίνησιν τῇ τῶν πόλεων ἀρχαιοτάτῃ καὶ βασιλικωτάτῃ, περὶ ἧς Βακχυλίδης φησί fr. 39 B':'
τὴν ἀχείμαντόν τε Μέμφιν καὶ δονακώδεα Νεῖλον.
οὗτος τὴν Πυθαγόρειον φιλοσοφίαν ἐπιδείκνυσιν ἥτις ἐστί, μετὰ σιωπῆς πάνθ᾽ ἡμῖν ἐμφανίζων σαφέστερον οἱ τὰς τῶν λόγων τέχνας ἐπαγγελλόμενοι διδάσκειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: