Ἔριφος δ᾽ ἐν Μελιβοίᾳ αὐτὰ ταῦτα τὰ ἰαμβεῖα προθεὶς ὡς ἴδια τὰ τοῦ Ἀντιφάνους ἐπιφέρει:
φήσειν τὰ χρυσᾶ μῆλα ταῦτ᾽ εἶναι: τρία
μόνον ἐστίν. α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ
καὶ τίμιον.
28. τούτοις εἴ τις ἀντιλέγειν ἔχει ὅτι μὴ τὸ νῦν κιτρίον λεγόμενον σημαίνεται, σαφέστερα μαρτύρια παρατιθέσθω: καίτοι καὶ Φαινίου τοῦ Ἐρεσίου ”
β. παρ᾽ Ἑσπερίδων ᾤμην σε, νὴ τὴν Ἄρτεμιν,
ξ φήσειν τὰ χρυσᾶ μῆλα ταῦτ᾽ εἶναι: τρία
μόνον ἐστίν. α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ
καὶ τίμιον. β. τούτων μὲν ὀβολόν, εἰ πολύ,
τίθημι: λογιοῦμαι γάρ. α. αὗται δὲ ῥόαι.
β. ὡς εὐγενεῖς. α. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ
δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον.
β. Βέρβεια πολυτίμητε κᾆτα τρεῖς μόνας
καὶ τάσδ᾽ ἐκόμισας; α. οὐ γάρ εἶχον πλείονας.