Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ ἡμῖν ἐπεφαίνοντο, καταλέγει δ᾽ ὁ Ἀριστοκλῆς καὶ τούσδε ἐν τῷ περὶ Μουσικῆς γράφων ὧδε: ‘ μαγῳδός: οὗτος δ᾽ ἐστὶν ὁ αὐτὸς τῷ λυσιῳδῷ.’ Ἀριστόξενος δέ φησι τὸν μὲν ἀνδρεῖα καὶ γυναικεῖα πρόσωπα ὑποκρινόμενον μαγῳδὸν καλεῖσθαι, τὸν δὲ γυναικεῖα ἀνδρείοις λυσιῳδὸν τὰ αὐτὰ δὲ μέλη ᾁδουσιν, καὶ τἄλλα πάντα δ᾽ ἐστὶν ὅμοια. ὁ δὲ ἰωνικολόγος τὰ Σωτάδου καὶ τῶν πρὸ τούτου ἰωνικὰ καλούμενα ποιήματα Ἀλεξάνδρου τε τοῦ Αἰτωλοῦ καὶ Πύρητος τοῦ Μιλησίου καὶ Ἀλέξου καὶ ἄλλων τοιούτων ποιητῶν προφέρεται.
[p. 344]
καλεῖται”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.