‘ κατιόντος γοῦν τοῦ οἴνου ἐς τὸ σῶμα,’ ὥς φησιν ῾ Ἡρόδοτος, ‘ ἐπαναπλέει κακὰ ἔπεα’ καὶ μαινόμενα. Κλέαρχός τε ὁ κωμῳδιοποιὸς ἐν Κορινθίοις φησίν
μαινόμενος κάκ᾽ ἔρεξε δόμοις ἐνὶ Πειριθόοιο.
εἰ τοῖς μεθυσκομένοις ἑκάστης ἡμέρας
ἀλγεῖν συνέβαινε τὴν κεφαλὴν πρὸ τοῦ πιεῖν
τὸν ἄκρατον, ἡμῶν οὐδὲ εἷς ἔπινεν ἄν.
νυνὶ δὲ πρότερόν τοῦ πόνου τὴν ἡδονὴν
προλαμβάνοντες ὑστεροῦμεν τἀγαθοῦ. [p. 304]