previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

18. καὶ Ἀντιφάνης δὲ ἐν Λημνίαις φησί

παρετέθη τρίπους
πλακοῦντα χρηστόν, πολυτίμητοι θεοί,
ἔχων ἐν ἀργυρῷ τε τρυβλίῳ μέλι.
καὶ Σώπατρος δ᾽ παρῳδὸς ἐν 'Ὀρέστῃ: [p. 38]

σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων.
ἐν δὲ τῷ ἐπιγραφομένῳ δράματι Φακῇ φησιν

ἀλλ᾽ ἀμφὶ δείπνοις ὀξίδ᾽ ἀργυρᾶν ἔχει
δρακοντομίμοις ἠρμένην τορεύμασιν,
οἵαν ποτ᾽ ἔσχε καὶ Θίβρων Ταντάλου
μαλακὸν ταλάντοις ἐκταλαντωθεὶς ἀνήρ.
Θεόπομπος δ᾽ Χῖος ἐν ταῖς πρὸς Ἀλέξανδρον συμβουλαῖς περὶ Θεοκρίτου τοῦ πολίτου τὸν λόγον ποιούμενός φησινἐξ ἀργυρωμάτων δὲ καὶ χρυσῶν πίνει καὶ τοῖς σκεύεσιν χρῆται τοῖς ἐπὶ τῆς τραπέζης ἑτέροις τοιούτοις, πρότερον οὐχ ὅπως ἐξ ἀργυρωμάτων ἔχων πίνειν ἀλλ᾽ οὐδὲ χαλκῶν, ἀλλ᾽ ἐκ κεραμέων καὶ τούτων ἐνίοτε κολοβῶν.’ Δίφιλος δ᾽ ἐν Ζωγράφῳ:

ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον,
εἴ τι νέον ποθεινὸν ὀστρέων γένη
παντοδαπά, λοπάδων παρατεταγμένη φάλαγξ,
ὀπτῶν ἐπῇττε σωρὸς ἀπὸ τοῦ τηγάνου,
τριμμάτια τούτοις ἐν θυΐαις ἀργυραῖς.
Φιλήμων Ἰατρῷ:

καὶ γυλιὸν τιν᾽ ἀργυρωμάτων.
Μένανδρος Ἑαυτὸν τιμωρουμένῳ

λουτρόν, θεραπαίνας, ... ἀργυρώματα.
καὶ ἐν Ὑμνίδι:: [p. 40]

ἀλλὰ τἀργυρώματα
ἥκω λαβεῖν βουλόμενος.
Λυσίας δ᾽ ἐν τῷ περὶ τοῦ χρυσοῦ τρίποδος, εἰ γνήσιος λόγος: ‘ἀργυρώματά τε χρυσώματα ἔτι ἦν διδόναι.’ οἱ δ᾽ ἑλληνίζοντες λέγειν δεῖν φασιν ἀργυροῦν κόσμον καὶ χρυσοῦν κόσμον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: