Ἄλεξις δὲ ἐν Ἱππίσκῳ νεανίσκον παράγων ἐρῶντα καὶ ἐπιδεικνύμενον τὸν πλοῦτον τῇ ἐρωμένῃ ταῦτα ποιεῖ λέγοντα: [p. 36]
ἀλλ᾽ ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων
ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω
ἐλευθέρους, μαστιγίας δ᾽ ἀπ᾽ ἀργυροῦ
πίνακος ἄγοντος μνᾶν τάριχος ἐνίοτε
δυεῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου
καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ
ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ.
πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν
ἐργῶδες ἀμέλει. β. τοῦτο μὲν καὶ νῦν ἔτι:
ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν.
οἶδα δὲ κἀγώ τινα πολίτην ἡμέτερον πτωχαλαζόνα, ὃς δραχμῆς ἔχων τὰ πάντα ἀργυρώματα ἐβόα καλῶν τὸν οἰκέτην ἕνα ὄντα καὶ μόνον, ὀνόμασι δὲ χρώμενον ψαμμακοσίοις, ‘παῖ Στρομβιχίδη, μὴ τῶν χειμερινῶν ἀργυρωμάτων ἡμῖν παραθῇς, ἀλλὰ τῶν θερινῶν.’ τοιοῦτός ἐστι καὶ ὁ παρὰ Νικοστράτῳ ἐν τῷ ἐπιγραφομένῳ δράματι Βασιλεῖς. ἀλαζὼν δ᾽ ἐστὶ στρατιώτης περὶ οὗ λέγει:
τοῖς παισὶ τ᾽ εἶπα δύο γὰρ ἦγον οἴκοθεν
τἀκπώματ᾽ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα
θεῖναι, κύαθος δ᾽ ἦν ἀργυροῦς (οὗτος μὲν οὖν
ἦγεν δύο δραχμάσ᾽, κυμβίον δὲ τέτταρας
ἴσως ἑτέρας, ψυκτηρίδιον δὲ δέκ᾽ ὀβολούς, Φιλιππίδου
λεπτότερον.
β. ἀλλὰ ταῦθ᾽ ὅλως
πρὸς ἀλαζονείαν οὐ κακῶς νενοημέν᾽ ἦν.
ἐξήλαυνον γάρ τινες τὸν ἄργυρον καὶ τότε εἰς ὑμένος ἰδέαν. ’
λοιπή τις ὀξίς ἐστι καὶ ψυκτήριον
τῆς εὐπαρύφου λεπτότερον.