previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

101. [p. 218] σιωπήσαντος δ᾽ αὐτοῦ Μασσούριος ἔφη: ‘ ἀλλ᾽ ἐπειδὴ ὑπολείπεταί τινα περὶ τοῦ ἀμφὶ τοὺς οἰκέτας λόγου συμβαλοῦμαί τι καὶ αὐτὸς μέλος εἰς ἔρωτα τῷ σοφῷ καὶ φιλτάτῳ Δημοκρίτῳ. Φίλιππος Θεαγγελεὺς ἐν τῷ περὶ Καρῶν καὶ Λελέγων συγγράμματι καταλέξας τοὺς Λακεδαιμονίων εἵλωτας καὶ τοὺς Θετταλικοὺς πενέστας καὶ Κᾶράς φησι τοῖς Λέλεξιν ὡς οἰκέταις χρήσασθαι πάλαι τε καὶ νῦν. Φύλαρχος δ᾽ ἐν ἕκτῃ ἱστοριῶν καὶ Βυζαντίους φησὶν οὕτω Βιθυνῶν δεσπόσαι ὡς Λακεδαιμονίους τῶν εἱλώτων, περὶ δὲ τῶν παρὰ Λακεδαιμονίοις ἐπευνάκτων καλουμένων δοῦλοι δ᾽ εἰσὶ καὶ οὗτοι σαφῶς ἐκτίθεται Θεόπομπος διὰ τῆς δευτέρας καὶ τριακοστῆς τῶν ἱστοριῶν λέγων οὕτως: ‘ἀποθανόντων πολλῶν Λακεδαιμονίων ἐν τῷ πρὸς Μεσσηνίους πολέμῳ οἱ περιλειφθέντες εὐλαβηθέντες μὴ καταφανεῖς γένωνται τοῖς ἐχθροῖς ἐρημωθέντες ἀνεβίβασαν τῶν εἱλώτων ἐφ᾽: ἑκάστην στιβάδα τῶν τετελευτοκότων τινάς: οὓς καὶ πολίτας ὕστερον ποιήσαντες προσηγόρευσαν ἐπευνάκτους, ὅτι κατετάχθησαν ἀντὶ τῶν τετελευτηκότων εἰς τὰς στιβάδας.’ δ᾽ αὐτὸς ἱστορεῖ κἀν τῇ τριακοστῇ καὶ τρίτῃ τῶν ἱστοριῶν παρὰ Σικυωνίοις κατωνακοφόρους καλεῖσθαι δούλους τινὰς παραπλησίους ὄντας τοῖς ἐπευνάκτοις. τὰ παραπλήσια ἱστορεῖ καὶ Μέναιχμος ἐν τοῖς Σικυωνιακοῖς. ἔτι [p. 220] Θεόπομπος ἐν τῇ δευτέρᾳ τῶν Φιλιππικῶν Ἀρδιαίους φησὶ κεκτῆσθαι προσπελατῶν ὥσπερ εἱλώτων τριάκοντα μυριάδας, ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: