Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ Δημοσθένης δ᾽ ἐν τῷ κατὰ Νεαίρας τὴν Μετάνειραν τοῦ Λυσίου φησὶν ἐρωμένην εἶναι. ἥττητο δὲ καὶ ὁ Λυσίας Λαγίδος τῆς ἑταίρας, ἧς ἔγραψεν
[p. 194]
ἐγκώμιον Κέφαλος ὁ ῥήτωρ: καθάπερ καὶ Ἀλκιδάμας ὁ Ἐλαίτης ὁ Γοργίου μαθητὴς ἔγραψεν καὶ αὐτὸς ἐγκώμιον Ναίδος τῆς ἑταίρας. τὴν δὲ Ναίδα ταύτην Λυσίας ἐν τῷ κατὰ Φιλωνίδου βιαίων, εἰ γνήσιος ὁ λόγος, ἐρωμένην φησὶ γενέσθαι Φιλωνίδου γράφων ὧδε: ‘ ἔστιν οὖν γυνὴ ἑταίρα Ναῒς ὄνομα, ἧς Ἀρχίας κύριός ἐστιν, ὁ ο Ὑμέναιος ἐπιτήδειος, ὁ Φιλωνίδης δ᾽ ἐρᾶν φησιν.’ μνημονεύει αὐτῆς καὶ Ἀριστοφάνης ἐν τῷ Γηρυτάδῃ.
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.