Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘‘ ὡς ἔοικας, οὐκ αἰνεῖς: ψέγεις δὲ καὶ Κορινθίαν κόρην φίλην εἶναι ἀνδράσιν μέλλουσιν εὖ σώματος ἕξειν καὶ Ἀττικῶν πεμμάτων τὰς δοκούσας εἶναι εὐπαθείας.’ 35. Ποσειδώνιος δ᾽ ἑκκαιδεκάτῃ Ἱστοριῶν περὶ τῶν κατὰ τὴν Συρίαν πόλεων λέγων ὡς ἐτρύφων γράφει καὶ ταῦτα: ‘τῶν γοῦν ἐν ταῖς πόλεσιν ἀνθρώπων διὰ τὴν εὐβοσίαν τῆς χώρας ἀπὸ τῆς περὶ τὰ ἀναγκαῖα κακοπαθείας συνόδους νεμόντων πλείονας, ἐν αἷς εὐωχοῦντο συνεχῶς, τοῖς μὲν γυμνασίοις ὡς
’’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.