τούσδε θανόντας ἔχει ξείνους τάφος, οἳ περὶ Δῆλον
μαρνάμενοι ψυχὰς ὤλεσαν ἐν πελάγει,
τὴν ἱερὰν ὅτε νῆσον Ἀθηναῖοι κεράιζον,
κοινὸν “Ἄρη βασιλεῖ Καππαδόκων θέμενοι.”
This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
53. καὶ οὐ μόνον τὰ τῶν πολιτῶν διήρπαζεν, ἀλλ᾽ ἤδη καὶ τὰ τῶν ξένων, ἐκτείνας τὰς χεῖρας καὶ ἐπὶ τὰ εἰς Δῆλον τοῦ θεοῦ χρήματα, ἐκπέμψας γοῦν εἰς τὴν νῆσον Ἀπελλικῶντα τὸν Τήιον, πολίτην δὲ Ἀθηναίων γενόμενον, ποικιλώτατόν τινα καὶ ἁψίκορον ζήσαντα βίον ὅτε μὲν γὰρ ἐφιλοσόφει τὰ περιπατητικά, καὶ τὴν Ἀριστοτέλους βιβλιοθήκην καὶ ἄλλας συνηγόραζε συχνὰς
ἦν γὰρ πολυχρήματος τὰ τ᾽ ἐκ τοῦ Μητρῴου τῶν παλαιῶν αὐτόγραφα ψηφισμάτων ὑφαιρούμενος ἐκτᾶτο καὶ ἐκ τῶν ἄλλων πόλεων εἴ τι παλαιὸν εἴη καὶ ἀπόθετον. ἐφ᾽ οἷς φωραθεὶς ἐν ταῖς Ἀθήναις ἐκινδύνευσεν ἂν εἰ μὴ ἔφυγεν. καὶ μετ᾽ οὐ πολὺ πάλιν κατῆλθε, θεραπεύσας πολλοὺς καὶ συναπεγράφετο τῷ Ἀθηνίωνι ὡς ἂν ἀπὸ τῆς
[p. 472] αὐτῆς δὴ αἱρέσεως ὄντι. Ἀθηνίων δ᾽ ἐπιλαθόμενος
τῶν δογμάτων τῶν τοῦ περιπάτου χοίνικα κριθῶν εἰς τέσσαρας ἡμέρας διεμέτρει τοῖς ἀνοήτοις Ἀθηναίοις, ἀλεκτορίδων τροφὴν καὶ οὐκ ἀνθρώπων αὐτοῖς διδούς. Ἀπελλικῶν δὲ μετὰ δυνάμεως ἐξορμήσας εἰς Δῆλον καὶ πανηγυρικῶς μᾶλλον ἢ στρατιωτικῶς ἀναστρεφόμενος, καὶ προφυλακὴν ἀμελεστέραν πρὸς τὴν Δῆλον μερίσας, μάλιστα δὲ τὰ ἐξόπισθε τῆς νήσου ἐάσας ἀφύλακτα καὶ οὐδὲ χάρακα βαλόμενος ἐκοιμᾶτο. τοῦτο
δὲ ἐπιγνοὺς ὁ Ὀρόβιος στρατηγὸς Ῥωμαίων καὶ φυλάσσων τὴν Δῆλον φυλάξας ἀσέληνον νύκτα καὶ ἐκβιβάσας τοὺς ἑαυτοῦ στρατιώτας, κοιμωμένοις καὶ μεθύουσιν ἐπιπεσὼν κατέκοψε τοὺς Ἀθηναίους καὶ τοὺς μετ᾽ αὐτῶν συστρατευομένους ὡς βοσκήματα, ἑξακοσίους τὸν ἀριθμόν, ἐζώγρησε δὲ καὶ περὶ τετρακοσίους, καὶ ὁ καλὸς στρατηγὸς Ἀπελλικῶν ἔλαθε φυγὼν ἐκ Δήλου, πολλοὺς δὲ καὶ συμφυγόντας κατιδὼν ὁ Ὀρόβιος εἰς ἐπαύλεις συγκατέφλεξεν αὐταῖς οἰκίαις καὶ πάντα αὐτῶν τὰ πολιορκητικὰ ὄργανα σὺν τῇ ἑλεπόλει, ἣν εἰς Δῆλον
ἐλθὼν κατεσκευάκει. στήσας οὖν τρόπαιον ἐπὶ τῶν τόπων ὁ Ὀρόβιος καὶ βωμὸν ἐπέγραψε:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.