previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

““‘21. Κλεομένης δὲ πολὺ διενέγκας τῷ τε συνιδεῖν πράγματα, καίτοι νέος ὢν, καὶ κατὰ τὴν δίαιταν ἀφελέστατος γέγονεν. ἤδη γὰρ τηλικούτων πραγμάτων ἡγούμενος ἔμφασιν τοῖς παραλαμβανομένοις πρὸς τὴν θυσίαν ἐποίει διότι τὰ παρὰ ἐκείνοις τῶν παρ᾽ αὐτὸν οὐδὲν καταδεέστερον εἴη παρασκευαζόμενα, πολλῶν δὲ πρεσβειῶν παραγινομένων πρὸς αὐτὸν οὐδέποτε ἐνωρίστερον τοῦ κατειθισμένου συνῆγεν καιροῦ, πεντακλίνου τε διεστρώννυτο οὐδέποτε πλεῖον ὅτε δὲ μὴ παρείη πρεσβεία, τρίκλινον. καὶ πρόσταγμα οὐκ ἐγίνετο δι᾽ ἐδεάτρου τίς εἵσεται καὶ κατακλιθήσεται πρῶτος, ἀλλ᾽ [p. 150] πρεσβύτατος ἡγεῖτο ἐπὶ τὰς κλίνας, εἰ μή. τιν᾽ αὐτὸς προσκαλέσαιτο. κατελαμβάνετο δὲ ἐπὶ τὸ πολὺ μετὰ τοῦ ἀδελφοῦ κατακείμενος μετά τινος τῶν ἡλικιωτῶν. ἐπί τε τῷ τρίποδι ψυκτὴρ χαλκοῦς ἐπέκειτο καὶ κάδος καὶ σκαφίον ἀργυροῦν δύο κοτύλας χωροῦν καὶ κύαθος, δ᾽ ἐπίχυσις χαλκῆ. πιεῖν δὲ οὐ προσεφέρετο εἰ μή τις αἰτήσειεν ἐδίδοτο δὲ κύαθος εἷς πρὸ τοῦ δείπνου, αὐτῷ δὲ πολὺ πρώτῳ: καὶ ὅτε προσνεύσειεν ἐκεῖνος, οὕτως ᾔτουν καὶ οἱ λοιποί, τὰ δὲ παρατιθέμενα ἐπὶ μὲν τραπεζίου ἦν τοῦ τυχόντος, τὰ δὲ λοιπὰ ὥστε μήθ᾽ ὑπεραίρειν μήτ᾽ ἐλλείπειν,4 ἀλλ᾽ ἱκανὰ ἅπασι γίνεσθαι καὶ μὴ προσδεῖσθαι τοὺς παρόντας. οὔτε γὰρ οὕτως ᾤετο δεῖν ὥσπερ ἐν τοῖς φιδιτίοις δέχεσθαι ζωμῷ καὶ κρεᾳδίοις ἀφελῶς οὔτε πάλιν οὕτως ὑπερτείνειν ὡς εἰς τὸ μηθὲν δαπανᾶν, ὑπερβάλλοντα τὸ σύμμετρον τῆς διαίτης, τὸ μὲν γὰρ ἀνελεύθερον ἐνόμιζε, τὸ δ᾽ ὑπερήφανον. δ᾽ οἶνος ἦν μικρῷ βελτίων ὅτε παρείησάν τινες, ἐπεὶ δὲ δειπνήσειαν, ἐσιώπων πάντες, τε παῖς ἐφειστήκει κεκραμένον ἔχων τὸ ποτὸν καὶ τῷ αἰτοῦντι προσέφερε, τὸν αὐτὸν δὲ τρόπον καὶ μετὰ τὸ δεῖπνον οὐ πλεῖον ἐδίδοτο δύο κυάθων καὶ τοῦτο προσνεύσαντι προσεφέρετο. ἀκρόαμα δὲ οὐδὲν οὐδέποτε παρεπορεύετο, διετέλει δ᾽ αὐτὸς προσομιλῶν πρὸς ἕκαστον καὶ πάντας ἐκκαλούμενος εἰς τὸ τὰ μὲν ἀκούειν, τὰ δὲ λέγειν αὐτούς, ὥστε τεθηρευμένους ἀποτρέχειν ἅπαντας.’ [p. 152] διακωμῳδῶν δ᾽ Ἀντιφάνης τὰ Λακωνικὰ δεῖπνα ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἄρχων φησὶν οὕτως:

ἐν Λακεδαίμονι
γέγονας: ἐκείνων τῶν νόμων μεθεκτέον
ἐστίν. βάδιζ᾽ ἐπὶ δεῖπνον εἰς τὰ φιδίτια,
ἀπόλαυε τοῦ ζωμοῦ, φορεῖν τοὺς βύστακας
μὴ καταφρόνει: μηδ᾽ ἕτερ᾽ ἐπιζήτει καλά:
ἐν τοῖς δ᾽ ἐκείνων ἔθεσιν ἴσθ᾽ ἀρχαικός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: