διαρρήδην λέγων μάζας ἐν ταῖς κοπίσι παρατίθεσθαι—τοῦτο γὰρ αἱ βάρακες δηλοῦσιν, οὐχὶ τολύπας, ὥς φησι Λυκόφρων, ἢ τὰ προφυράματα τῶν μαζῶν, ὡς Ἐρατοσθένης—καὶ ἄρτους δὲ καὶ ζωμόν τινα καθηδυσμένον περιττῶς. τίς δέ ἐστιν ἡ κοπὶς σαφῶς ἐκτίθεται Μόλπις ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ γράφων οὕτως ' ποιοῦσι δὲ καὶ τὰς καλουμένας κοπίδας: ἐστὶν δ᾽ ἡ κοπὶς δεῖπνον, μᾶζα, ἄρτος, κρέας, λάχανον ὠμόν, - ζωμός, σῦκον, τράγημα, θέρμος ἀλλὰ μὴν οὐδ᾽ ὀρθαγορίσκοι λέγονται, ὥς φησιν ὁ Πολέμων, οἱ γαλαθηνοὶ χοῖροι, ἀλλ᾽ ὀρθραγορίσκοι, ἐπεὶ πρὸς τὸν ὄρθρον πιπράσκονται, ὡς Περσαῖος ἱστορεῖ ἐν τῇ Λακωνικῇ πολιτείᾳ καὶ Διοσκουρίδης ἐν β᾽ πολιτείας καὶ Ἀριστοκλῆς ἐν τῷ προτέρῳ [p. 140] καὶ οὗτος τῆς Λακώνων πολιτείας ἔτι φησὶν ὁ Πολέμων καὶ τὸ δεῖπνον ὑπὸ τῶν Λακεδαιμονίων ἄικλον προσαγορεύεσθαι, παραπλησίως ἁπάντων Δωριέων οὕτως αὐτὸ καλούντων. Ἀλκμὰν μὲν γὰρ οὕτω φησί:
ποττὰν κοπίδ᾽, οἰῶ, σώμαι
ἐν Ἀμυκλαῖον παρ᾽ Ἀπέλλω,
εἷ βάρακες πολλαὶ κἄρτοι
καὶ δωμὸς τοι μάλα ἁδύς,
οὕτω τὰ συνδείπνια καλῶν. καὶ πάλιν ' ἄικλον Ἀλκμάων ἁρμόξατο ἄικλον δ᾽ οὐ λέγουσιν οἱ Λάκωνες τὴν μετὰ τὸ δεῖπνον μοῖραν, ἀλλ᾽ οὐδὲ τὰ διδόμενα τοῖς φιδίταις μετὰ τὸ δεῖπνον ἄρτος γάρ ἐστι καὶ κρέας, ἀλλ᾽ ἐπάικλα μὲν λέγεται ταῦτα, ὄντα οἷον ἐπιχορηγήματα τοῦ συντεταγμένου τοῖς φιδίταις ἀίκλον: παρὰ γὰρ τοῦτο οἶμαι τὴν φωνὴν πεποιῆσθαι. καί ἐστιν ἡ παρασκευὴ τῶν λεγομένων ἐπαίκλων οὐχ ἁπλῆ, καθάπερ ὁ Πολέμων ὑπείληφεν, ἀλλὰ διττή: ἣν μὲν γὰρ τοῖς παισὶ παρέχουσι πάνυ τις εὔκολός ἐστι καὶ εὐτελής. ἄλφιτα γάρ ἐστιν ἐλαίῳ δεδευμένα, ἅ φησι Νικοκλῆς ὁ Λάκων κάπτειν αὐτοὺς μετὰ τὸ δεῖπνον ἐν φύλλοις δάφνης, παρὸ καὶ καμματίδας μὲν προσαγορεύεσθαι τὰ φύλλα, αὐτὰ δὲ τὰ ψαιστὰ κάμματα. ὅτι δὲ ἔθος ἦν τοῖς πάλαι καὶ φύλλα δάφνης τραγηματίζεσθαι Καλλίας ἢ Διοκλῆς ἐν τοῖς Κύκλωψί φησιν οὕτως :
κἠπὶ τᾷ μύλᾳ δρυφῆται κἠπὶ ταῖς συναικλίαις,
ἣν δ᾽ εἰς τὰ τῶν ἀνδρῶν φιδίτια κομίζουσι, σκευοποιεῖται ἔκ τινων ζῴων ὡρισμένων, [p. 142] παραχορηγοῦντος αὐτὰ τοῖς φιδίταις ἑνὸς τῶν εὐπορούντων, ἔσθ᾽ ὅτε δὲ καὶ πλειόνων. ὁ δὲ Μόλπις καὶ ματτύην φησὶ προσαγορεύεσθαι τὰ ἐπάικλα. ””
φυλλὰς ἡ δείπνων κατάλυσις ἥδε καθάπερ σχημάτων.