καὶ ἐν Ἰκαρίοις δὲ ὁ αὐτὸς ποιητής φησι:
β. τοὺς ἰχθυοπώλας οὗτος ἡμῶν πλουτιεῖ: '
ὀψοφάγος γάρ, ὥστε τοὺς λάρους εἶναι Σύρους. [p. 50]
Φιλέταιρος δ᾽ ἐν Ἀσκληπιῷ πρὸς τῷ ὀψοφαγεῖν ”
τόν τ᾽ ἰχθυόρρουν ποταμὸν Ὑπερείδην περᾷς,
ὃς ἠπίαις φωναῖσιν, ἔμφρονος λόγου
κόμποις παφλάζων, ὑπτίοις πυκνώμασι
πρὸς πᾶν ἀπαντῶν κλῇθρ᾽ ὅταν λύσας ἔχῃ,
μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος.