Ἀντιφάνης τ᾽ ἐν Ἀλκήστιδι ἔφη:
οὐκ ἀείδω τὰ παλαιά: καινὰ γὰρ μάλα κρείσσω,
νέος ὁ Ζεὺς βασιλεύει: τὸ πάλαι δ᾽ ἦν
Κρόνος ἄρχων, ἀπίτω μοῦσα παλαιά.
ὅτι δὲ καὶ οἱ ἀρχαῖοι οἴδασι τὸ οὕτω λεγόμενον ὕδωρ, ἵνα μὴ πάλιν ἀγανακτήσῃς δηκόκταν μου λέγοντος, δείξω, κατὰ γὰρ Φερεκράτους Ψευδηρακλέα
ἐπὶ τὸ καινουργεῖν φέρου,
οὕτως, ἐκείνως, τοῦτο γιγνώσκων ὅτι
ἓν καινὸν ἐγχείρημα, κἂν τολμηρὸν ᾖ,,
πολλῶν παλαιῶν ἐστι χρησιμώτερον
” [p. 70] “ ἀλλὰ μὴ φθονήσῃς,” ἔφη ὁ Οὐλπιανός, “ δέομαι, μηδὲ τοῦ Ταυρείου ὕδατος ὁποῖόν ἐστι δηλῶσαι: τῶν γὰρ τοιούτων φωνῶν ἐγὼ διψῶ.” καὶ ὁ Κύνουλκος “ ἀλλὰ προπίνω σοι,” ἔφη, “ φιλοτησίαν διψᾷς γὰρ λόγων παρ᾽ Ἀλέξιδος λαβὼν ἐκ Πυθαγοριζούσης :
εἴποι τις ἂν τῶν πάνυ δοκησιδεξίων ...
ἐγὼ δ᾽ ἂν ἀντείποιμι μὴ πολυπραγμόνει,
ἀλλ᾽ εἰ δοκεῖ σοι, πρόσεχε τὸν νοῦν κἀκροῶ.
τὸ δὲ Ταύρειον ὕδωρ ὠνόμασεν, ὦ φίλε, Σοφοκλῆς Αἰγεῖ ἀπὸ τοῦ περὶ Τροιζῆνα ποταμοῦ Ταύρου, παρ᾽ ᾧ καὶ κρήνη τις Ὑόεσσα καλεῖται, ”
ὕδατος ἀπέφθου κύαθον ἂν δ᾽ ὠμὸν πίῃ,
βαρὺ καὶ κοπῶδες.