Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τεσσαράκοντα: δι᾽ ἃς ἡγοῦμαι καὶ τὴν Πυθίαν αὐτοὺς κεκληκέναι χοινικομέτρας. Κτησικλῆς δ᾽ ἐν τρίτῃ Χρονικῶν κατὰ τὴν ἑπτακαιδεκάτην πρὸς ταῖς ἑκατόν φησιν ὀλυμπιάδα Ἀθήνησιν ἐξετασμὸν γενέσθαι ὑπὸ Δημητρίου τοῦ Φαληρέως τῶν κατοικούντων τὴν Ἀττικὴν καὶ εὑρεθῆναι Ἀθηναίους μὲν δισμυρίους πρὸς τοῖς χιλίοις, μετοίκους δὲ μυρίους, οἰκετῶν δὲ μυριάδας μ᾽. Νικίας δ᾽ ὁ Νικηράτου, ὡς ὁ καλὸς ἔφη Ξενοφῶν ἐν τῷ περὶ πόρων, χιλίους ἔχων οἰκέτας ἐμίσθωσεν αὐτοὺς εἰς τὰ ἀργυρεῖα Σωσίᾳ τῷ Θρᾳκὶ ἐφ᾽ ᾧ ὀβολὸν
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.