Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διὰ τὸν βασιλέα σιληπορδῶν διὰ τῆς χώρας καὶ πόλεως πομπεύει. ὑπήντησαν δ᾽ αὐτῷ καὶ οἱ περὶ τὸν Διόνυσον τεχνῖται, τὸν ἄγγελον τοῦ νέου Διονύσου καλοῦντες ἐπὶ τὴν κοινὴν ἑστίαν καὶ τὰς περὶ ταύτην εὐχάς τε καὶ σπονδάς. ὁ δὲ πρότερον ἐκ μισθωτῆς οἰκίας ἐξιὼν εἰς τὴν διευς οἰκίαν τοῦ τότε πλουτοῦντος ἀνθρώπου ταῖς ἐκ Δήλου προσόδοις εἰσηνέχθη, κεκοσμημένην στρωμναῖς τε καὶ γραφαῖς καὶ ἀνδριᾶσι καὶ ἀργυρωμάτων ἐκθέσει, ἀφ᾽ ἧς ἐξῄει χλαμύδα λαμπρὰν ἐπισύρων καὶ περικείμενος δακτύλιον χρυσίου
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.